Seven Against Thebes

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. χαλκήλατοι κλάζουσι κώδωνες φόβον·
  2. ἔχει δʼ ὑπέρφρον σῆμʼ ἐπʼ ἀσπίδος τόδε,
  3. φλέγονθʼ ὑπʼ ἄστροις οὐρανὸν τετυγμένον·
  4. λαμπρὰ δὲ πανσέληνος ἐν μέσῳ σάκει,
  5. πρέσβιστον ἄστρων, νυκτὸς ὀφθαλμός, πρέπει.
  6. τοιαῦτʼ ἀλύων ταῖς ὑπερκόμποις σαγαῖς
  7. βοᾷ παρʼ ὄχθαις ποταμίαις, μάχης ἐρῶν,
  8. ἵππος χαλινῶν ὣς κατασθμαίνων μένει,
  9. ὅστις βοὴν σάλπιγγος ὁρμαίνει μένων.
  10. τίνʼ ἀντιτάξεις τῷδε; τίς Προίτου πυλῶν
  11. κλῄθρων λυθέντων προστατεῖν φερέγγυος;
Ἐτεοκλής
  1. κόσμον μὲν ἀνδρὸς οὔτινʼ ἂν τρέσαιμʼ ἐγώ,
  2. οὐδʼ ἑλκοποιὰ γίγνεται τὰ σήματα·
  3. λόφοι δὲ κώδων τʼ οὐ δάκνουσʼ ἄνευ δορός.
  4. καὶ νύκτα ταύτην ἣν λέγεις ἐπʼ ἀσπίδος
  5. ἄστροισι μαρμαίρουσαν οὐρανοῦ κυρεῖν,
  6. τάχʼ ἂν γένοιτο μάντις ἡ ἀνοία τινί.
  7. εἰ γὰρ θανόντι νὺξ ἐπʼ ὀφθαλμοῖς πέσοι,
  8. τῷ τοι φέροντι σῆμʼ ὑπέρκομπον τόδε
  9. γένοιτʼ ἂν ὀρθῶς ἐνδίκως τʼ ἐπώνυμον,
  10. καὐτὸς καθʼ αὑτοῦ τήνδʼ ὕβριν μαντεύσεται.
  11. ἐγὼ δὲ Τυδεῖ κεδνὸν Ἀστακοῦ τόκον
  12. τῶνδʼ ἀντιτάξω προστάτην πυλωμάτων,
  13. μάλʼ εὐγενῆ τε καὶ τὸν Αἰσχύνης θρόνον
  14. τιμῶντα καὶ στυγοῦνθʼ ὑπέρφρονας λόγους.
  15. αἰσχρῶν γὰρ ἀργός, μὴ κακὸς δʼ εἶναι φιλεῖ.
  16. σπαρτῶν δʼ ἀπʼ ἀνδρῶν, ὧν Ἄρης ἐφείσατο,
  17. ῥίζωμʼ ἀνεῖται, κάρτα δʼ ἔστʼ ἐγχώριος,
  18. Μελάνιππος· ἔργον δʼ ἐν κύβοις Ἄρης κρινεῖ·
  19. Δίκη δʼ ὁμαίμων κάρτα νιν προστέλλεται
  20. εἴργειν τεκούσῃ μητρὶ πολέμιον δόρυ.
Χορός
  1. τὸν ἁμόν νυν ἀντίπαλον εὐτυχεῖν
  2. θεοὶ δοῖεν, ὡς δικαίως πόλεως
  3. πρόμαχος ὄρνυται· τρέμω δʼ αἱματη-
  4. φόρους μόρους ὑπὲρ φίλων
  5. ὀλομένων ἰδέσθαι.
Ἄγγελος
  1. τούτῳ μὲν οὕτως εὐτυχεῖν δοῖεν θεοί·
  2. Καπανεὺς δʼ ἐπʼ Ἠλέκτραισιν εἴληχεν πύλαις,
  3. γίγας ὅδʼ ἄλλος τοῦ πάρος λελεγμένου
  4. μείζων, ὁ κόμπος δʼ οὐ κατʼ ἄνθρωπον φρονεῖ,
  5. πύργοις δʼ ἀπειλεῖ δείνʼ, ἃ μὴ κραίνοι τύχη·
  6. θεοῦ τε γὰρ θέλοντος ἐκπέρσειν πόλιν
  7. καὶ μὴ θέλοντός φησιν, οὐδὲ τὴν Διὸς
  8. ἔριν πέδοι σκήψασαν ἐμποδὼν σχεθεῖν.
  9. τὰς δʼ ἀστραπάς τε καὶ κεραυνίους βολὰς
  10. μεσημβρινοῖσι θάλπεσιν προσῄκασεν·
  11. ἔχει δὲ σῆμα γυμνὸν ἄνδρα πυρφόρον,
  12. φλέγει δὲ λαμπὰς διὰ χερῶν ὡπλισμένη·
  13. χρυσοῖς δὲ φωνεῖ γράμμασιν πρήσω πόλιν.
  14. τοιῷδε φωτὶ πέμπε—τίς ξυστήσεται,
  15. τίς ἄνδρα κομπάζοντα μὴ τρέσας μενεῖ;
Ἐτεοκλής
  1. καὶ τῷδε κέρδει κέρδος ἄλλο τίκτεται.
  2. τῶν τοι ματαίων ἀνδράσιν φρονημάτων
  3. ἡ γλῶσσʼ ἀληθὴς γίγνεται κατήγορος·
  4. Καπανεὺς δʼ ἀπειλεῖ, δρᾶν παρεσκευασμένος,
  5. θεοὺς ἀτίζων, κἀπογυμνάζων στόμα
  6. χαρᾷ ματαίᾳ θνητὸς ὢν εἰς οὐρανὸν
  7. πέμπει γεγωνὰ Ζηνὶ κυμαίνοντʼ ἔπη·
  8. πέποιθα δʼ αὐτῷ ξὺν δίκῃ τὸν πυρφόρον
  9. ἥξειν κεραυνόν, οὐδὲν ἐξῃκασμένον
  10. μεσημβρινοῖσι θάλπεσιν τοῖς ἡλίου.
  11. ἀνὴρ δʼ ἐπʼ αὐτῷ, κεἰ στόμαργός ἐστʼ ἄγαν,
  12. αἴθων τέτακται λῆμα, Πολυφόντου βία,
  13. φερέγγυον φρούρημα, προστατηρίας
  14. Ἀρτέμιδος εὐνοίαισι σύν τʼ ἄλλοις θεοῖς.
  15. λέγʼ ἄλλον ἄλλαις ἐν πύλαις εἰληχότα.
Χορός
  1. ὄλοιθʼ ὃς πόλει μεγάλʼ ἐπεύχεται,
  2. κεραυνοῦ δέ νιν βέλος ἐπισχέθοι,
  3. πρὶν ἐμὸν ἐσθορεῖν δόμον, πωλικῶν
  4. θʼ ἑδωλίων ὑπερκόπῳ
  5. δορί ποτʼ ἐκλαπάξαι.
Ἄγγελος
  1. καὶ μὴν τὸν ἐντεῦθεν λαχόντα πρὸς πύλαις
  2. λέξω· τρίτῳ γὰρ Ἐτεόκλῳ τρίτος πάλος
  3. ἐξ ὑπτίου ʼπήδησεν εὐχάλκου κράνους,
  4. πύλαισι Νηίστῃσι προσβαλεῖν λόχον.
  5. ἵππους δʼ ἐν ἀμπυκτῆρσιν ἐμβριμωμένας
  6. δινεῖ, θελούσας πρὸς πύλαις πεπτωκέναι.
  7. φιμοὶ δὲ συρίζουσι βάρβαρον τρόπον,
  8. μυκτηροκόμποις πνεύμασιν πληρούμενοι.
  9. ἐσχημάτισται δʼ ἀσπὶς οὐ σμικρὸν τρόπον·
  10. ἀνὴρ δʼ· ὁπλίτης κλίμακος προσαμβάσεις
  11. στείχει πρὸς ἐχθρῶν πύργον, ἐκπέρσαι θέλων.
  12. βοᾷ δὲ χοὖτος γραμμάτων ἐν ξυλλαβαῖς,
  13. ὡς οὐδʼ ἂν Ἄρης σφʼ ἐκβάλοι πυργωμάτων.
  14. καὶ τῷδε φωτὶ πέμπε τὸν φερέγγυον
  15. πόλεως ἀπείργειν τῆσδε δούλιον ζυγόν.
Ἐτεοκλής
  1. πέμποιμʼ ἂν ἤδη τόνδε, σὺν τύχῃ δέ τῳ·
  2. καὶ δὴ πέπεμπται κόμπον ἐν χεροῖν ἔχων,
  3. Μεγαρεύς, Κρέοντος σπέρμα τοῦ σπαρτῶν
  4. γένους,
  5. ὃς οὔτι μάργων ἱππικῶν φρυαγμάτων
  6. βρόμον φοβηθεὶς ἐκ πυλῶν χωρήσεται,
  7. ἀλλʼ ἢ θανὼν τροφεῖα πληρώσει χθονί,
  8. ἢ καὶ δύʼ ἄνδρε καὶ πόλισμʼ ἐπʼ ἀσπίδος
  9. ἑλὼν λαφύροις δῶμα κοσμήσει πατρός.
  10. κόμπαζʼ ἐπʼ ἄλλῳ, μηδέ μοι φθόνει λέγων.