Orbis Descriptio

Dionysius Periegetes

Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

  1. τῷ καὶ γεινομένῳ κηώδεα φύετο πάντα.
  2. Μῆλα δὲ καὶ τῆμος λασίοις ἐβαρύνετο μαλλοῖς
  3. ἐν νομῷ, αὐτόματοι δέ κατέρρεον ὕδασι λίμναι
  4. ὄρνιθες δʼ ἑτέρωθεν ἀοικήτων ἀπὸ νήσων
  5. ἦλθον φύλλα φέροντες ἀκηρασίων κιναμώμων.
  6. Αὐτὰρ ὁ νεβρίδας μὲν ἐπωμαδίας ἐτάνυσσε,
  7. κισσῷ δʼ ἱμερόεντι καλὰς ἔστεψεν ἐθείρας,
  8. ἀκροχάλιξ δʼ οἴνῳ πλεκτοὺς ἀνεσείσατο θύρσους,
  9. μειδιόων, καὶ πολλὸν ἐπ’ ἀνδράσιν ὄλβον ἔχευεν.
  10. 163
  11. Τοὔνεκεν εἰσέτι νῦν λιβάνῳ κομόωσιν ἄρουραι,
  12. οὔρεα δὲ χρυσῷ, ποταμοὶ δʼ ἑτέρωθι θυηλαῖς
  13. αὐτοὶ δʼ ἐνναέται μάλα πίονα δῆμον ἔχουσι,
  14. χροσείοις πέπλοισιν ἀγαλλόμενοι μαλακοῖσιν·
  15. ἀλλʼ ἤτοι πρῶτοι μὲν ὑπὲρ κλιτὺν Λιβάνοιο
  16. ἀφνειοὶ ναίουσιν ἐπωνυμίην Ναβαταῖοι·
  17. ἄγχι δὲ Χαυλάσιοί τε καὶ Ἀγρέες, οἷς ἔπι γαῖα
  18. Χατραμὶς ἐνναίει κατεναντία Περσίδος αἴης.
  19. Αὐτὰρ Ἐρθθρκάης πλευρὸν ναίουσι θαλάσσης
  20. Μινναῖοί τε Σάβαι τε καὶ ἀγχίγυοι Κλεταβηνοί.
  21. Τόσσα μὲν Ἀραβίην περιώσια φῦλα νέμονται·