Orbis Descriptio

Dionysius Periegetes

Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

  1. Πᾶσα δέ τοι λιπαρή τε καὶ εὔβοτος ἔπλετο χώρη,
  2. μῆλά τε φερβέμεναι καὶ δένδρεσι καρπὸν ἀέξειν.
  3. Τῆς δʼ ἂν ἴδοις προτέρω, νοτιώτερον οἶμον ὁδεύων,
  4. Ἀραβίου κόλπου μύχατον πόρον, ὅστε μεσηγὺ
  5. εἱλεῖται Συρίης τε καὶ Ἀραβίης ἐρατεινῆς,
  6. τυτθὸν ἐπ᾿ ἀντολίην τετραμμένος, ἄχρις Ἐλάνων.
  7. 162
  8. Κεῖθεν δʼ ὀλβίστων Ἀράβων παρακέκλιται αἶα,
  9. πολλὸν ἀνερχομένη, δισσῇ ζωσθεῖσα θαλάσσῃ,
  10. Περσίδι τʼ Ἀραβίῃτʼ ·ἄνεμον δέ τοι ἔλλαχ᾿ ἑκάστη,
  11. Ἀραβίη ζέφυρον, Περσὶς δʼ εὔροιο κελεύθους.
  12. Πίζα δέ τοι νοτίη, τετραμμένη ἀντολίηνδε,
  13. κλύζετʼ Ἐρυθραίοις ὕπο κύμασιν Ὠκεανοῖο.
  14. Καὶ τῆς τοι θέσιας μυθήσομαι· ἔξοχα γάρ μιν
  15. πασάων πολύολβα καὶ ἀγλαὰ φῦλα νέμονται.
  16. Ἄλλο δέ τοι καὶ θαῦμα μέγ ἔξοχον ἔλλαχ ἐκείνη·
  17. αἰεὶ κηώεσσα θύοις ὕπο λαρὸν ὄδωδεν
  18. ἢ θύου ἢ σμύρνης εὐώδεος ἢ καλάμοιο
  19. ἢ καὶ θεσπεσίοιο πεπαινομένου λιβάνοιο
  20. ἢ κασίης· ἐτεὸν γὰρ ἀνὰ χθόνα λύσατο κείνην
  21. Ζεὺς αὐτὸς Διόνυσον ἐϋρραφέος παρὰ μηροῦ·