Orbis Descriptio

Dionysius Periegetes

Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

  1. ἄλλα δέ τοι καὶ πλεῖστα περι πρὸ γάρ ἐστιμεγίστη.
  2. Τῆς δὲ πρὸς ἀντιπέραιαν ὑπαὶ ῥιπὴν ζεφύροιο
  3. 164
  4. λυπρὸν ὀρεσκῴων παραφαίνεται οὖδας Ἐρεμβῶν,
  5. οἳ βίον ἐν πέτρῃσι κατωρυχέεσσιν ἔθεντο,
  6. γυμνοὶ καὶ κτεάνων ἐπιδευέες· ἀμφὶ δʼ ἄρα σφιν
  7. ἴδεϊ θαλπομένοισι μελαίνεται αὐαλέος χρώς·
  8. αὔτως δ᾿, οἱά τε θῆρες, ἀλώμενοι ἄλγεʼ ἔχουσιν,
  9. οὐχ ὡς ἁβροβίων Ἀράβων γένος· οὐ γὰρ ἐν ὄλβῳ
  10. ἴσην μοῖραν ἅπασιν ἐπ’ ἀνδράσι θήκατο δαίμων.
  11. Αὐτὰρ ὑπὲρ Λιβάνοιο πρὸς αὐγὰς ἠελίοιο
  12. ης Συρίης δολιχὴ μηκύνεται αἶα,
  13. ἑλκομένη καὶ μέχρις ἁλικλύστοιο Σινώπης·
  14. τῆς δʼ ἤτοι μέσσης μὲν ἐπʼ ἠπείροιο βαθείης
  15. Καππαδόκαι ναίουσι, δαήμονες ἱπποσυνάων,
  16. Ἀσσύριοι δʼ ἁλὸς ἄγχι παρὰ στόμα Θερμώδοντος.
  17. Τῆς δὲ πρὸς ἀντολίην ὀρέων ἀπὸ παιπαλοέντων
  18. φαίνετʼ ἀπειρεσίου ποταμοῦ ῥόος Εὐφρήταο,
  19. ὃς δʼ ἤτοι πρῶτον μὲν ἀπʼ οὔρεος Ἀρμενίοιο
  20. μακρὸς ἐπὶ νότον εἶσι, πάλιν δʼ, ἀγκῶνας ἑλίξας,
  21. ἄντκν ἠελίοιο μέσην Βαβυλῶνα περήσας,