Orbis Descriptio

Dionysius Periegetes

Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

  1. ἑσπερίου Κασίοιο καὶ ἠῴου Λιβάνοιο.
  2. Καὶ τὴν μὲν πολλοί τε καὶ ὄλβιοι ἄνδρες ἔχουσιν,
  3. οὐχ ἅμα ναιετάοντες ὁμώνυμοι, ἀλλὰ διαμφίς,
  4. οἱ μὲν ἐπʼ ἠπείρῳ, τοίπερ Σύριοι καλέονται,
  5. οἱ δʼ ἁλὸς ἐγγὺς ἐόντες, ἐπωγυμίην Φοίνικες,
  6. 160
  7. τῶν ἀνδρῶν γενεῆς, οἳ Ἐρυθραῖοι γεγάασιν,
  8. οἳ πρῶτοι νήεσσιν ἐπειρήσαντο θαλάσσης,
  9. πρῶτοι δʼ ἐμπορίης ἁλιδινέος ἐμνήσαντο,
  10. καὶ βαθὺν οὐρανίων ἄστρων πόρον ἐφράσσαντο·
  11. οἵτ’ Ἰόπην καὶ Γάζαν Ἐλαίδα τʼ ἐνναίουσι,
  12. καὶ Τύρον ὠγυγίην, Βηρυτοῦ τʼ αἶαν ἐραννήν,
  13. Εύβλον τʼ ἀγχίαλον καὶ Σιδῶνʼ ἀνθεμόεσσαν,
  14. ναιομένην χαρίεντος ἐφʼ ὕδασι Βοστρηνοῖο,
  15. 161
  16. καὶ Τρίπολιν λιπαρὴν, Ὀρθωσίδα τε Μάραθόν τε
  17. Λαοδίκην θ᾿, ἣ κεῖται ἐπʼ ἠιόνεσσι θαλάσσης,
  18. καὶ Ποσιδήια ἔργα καὶ ἱερὰ τέμπεα Δάφνης,
  19. [ᾗχί περ Ἀντιόχοιο ἐπώνυμος Ἀντιόχεια.?]
  20. Αὐτὰρ ἐνὶ μέσσῃσιν Ἀπαμείης πτολίεθρον·
  21. τῆς δὲ πρὸς ἀντολίην κατασύρεται ὑγρὸς Ὀρόντης,
  22. ἄσπετος, Ἀντιόχοιο μέσην διὰ γαῖαν ὁρίζων.