Orbis Descriptio

Dionysius Periegetes

Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

  1. Ῥηιδίως δʼ ἄν τοι λοιπὸν πόρον αὐδήσαιμι
  2. γαιάων Ἀσίης· ὁ δέ τοι λόγος ἐν φρεσὶν ἔστω,
  3. μηδʼ ἀνέμοις φορέοιτο πονηθέντων χάρις ἔργων.
  4. Εἰ γάρ μοι σάφα τήνδε καταφράσσαιο κέλευθον,
  5. ἦ τάχα κἂν ἄλλοισιν ἐπισταμένως ἀγορεύοις
  6. καὶ ποταμοὺς,πολίων τε θέσιν καὶ γαῖαν ἑκάστην.
  7. Σχῆμα μὲν οὖν πισύρεσσιν ἐπὶ πλευρῇσι τετύχθω,
  8. πεπταμένον δολιχοῖσιν ἐπʼ ἀντολίην πεδίοισιν.
  9. Οἶσθα μὲν, ἐν πρώτοισιν ἐμεῦ εἰπόντος ἀκούσας,
  10. πᾶσαν ἕως Ἰνδῶν Ἀσίην ὄρος ἄνδυχα τέμνειν.
  11. Κεῖνό τοι ἐν πλευρῇσι βορειότερον τελέοιτο·
  12. Νεῖλος δʼ ἑσπέριον πλευρὸν πέλοι· αὐτὰρ ἑῷον
  13. Ἰνδικὸς Ὠκεανός·νότιον δ᾿ ἁλὸς οἴδματ’ Ἐρυθρῆς.
  14. Φράζεο δʼ ὡς ὑπὸ πέζαν ἐπʼ αὐγὰς ἵξομαι ἤδη,
  15. ἀρξάμενος Συρίηθεν, ὅθεν λίπον· οὐδʼ ἂν ἔμοιγε
  16. μύθου ἄτε ψευσθέντος ἀνὴρ ἐπιμωμήσαιτο.
  17. Ἀλλʼ ἤτοι Συρίη μὲν ὑπεὶρ ἁλὸς ἐγγύθεν ἕρπει
  18. ἐς νότον ἀντολίην τε, πολύπτολιν αἶαν ἔχουσα,
  19. ἣν Κοίλην καλέουσιν ἐπώνυμον, οὕνεκ’ ἄρʼ αὐτὴν
  20. μέσσην καὶ χθαμαλὴν ὀρέων ὑπὸ πρῶνες ἔχουσιν,