Orbis Descriptio

Dionysius Periegetes

Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

  1. ἑξείης δʼ ἐπὶ Κύρνον ἐρεύγεται ἁλμυρὸν ὕδωρ.
  2. Τῇ δʼ ἔπι Σαρδόνιος μορμύρεται ἔνδοθι πόντος·
  3. τὸν δὲ μέτʼ ὠρύεται Τυρσηνίδος οἶδμα θαλάσσης
  4. πρὸς νότον· αὐτὰρ ἔπειτα πρὸς αὐγὰς ἠελίοιο
  5. κυρτὸς ἐπιστρέφεται Σικελὸς ῥόος· αὐτὰρ ἔνερθεν
  6. ἐγκέχυται καὶ μέχρι πολυκλύστοιο Παχύνου
  7. καὶ Κρήσσης ἄκρης(ἥτʼ εἰς ἅλα πουλὺ νένευκε,
  8. πάρ θʼ ἱερὴν Γόρτυνα καὶ ἠπειρώτιδα Φαιστόν,
  9. προπρηνὴς, Κριοῖο παραυγάζουσα κάρηνον·.
  10. τοὔνεκα καὶ Κριοῦ μιν ἐφημίξαντο μέτωπον)·
  11. ναὶ μὴν καὶ τετάνυσιαι Ἰηπυγίην ἐπὶ γαῖαν.
  12. 109
  13. Κεῖθεν δʼ εὐρυνθεῖσα τιταίνεται Ἀδριὰς ἅλμη
  14. πρὸς βορέην, αὖθις δὲ πρὸς ἐσπέριον μυχὸν ἕρπει,
  15. ἥντε καὶ Ἰονίην περιναιέται ηὐδάξαντο.
  16. Δισσὰς δʼ ἠπείρους ἐπερεύγεται· ἐς μέν ἰόντι
  17. δεξιτερὴν κατὰ χεῖρα φαείνεται Ἰλλυρὶς αἶα,
  18. Δαλματίη δʼ ἐφύπερθεν, ἐνυαλίων πέδον ἀνδρῶν·
  19. σκαιῆ δʼ Αὐσονίων παραπέπταται ἄσπετος ἰσθμός,
  20. πουλυτενὴς, τρισσῇσι περίδρομος ἀμφιτρίτῃς,
  21. Τυρσηνῇ Σικελῇ τε καὶ Ἀδριάδι πληθούσῃ·