Orbis Descriptio

Dionysius Periegetes

Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

  1. ἢ ὀρέων ἢ πέζαν ὑποξύουσα πολήων.
  2. Ὑμεῖς δ᾿ , Μοῦσαι, σκολιὰς ἐνέποιτε κελεύθους,
  3. ἀρξάμεναι στοιχηδὸν ἀφʼ ἑσπέρου Ὠκεανοῖο·
  4. ἔνθα τε καὶ στῆλαι περὶ τέρμασιν Ἡρακλῆος
  5. ἑστᾶσιν, μέγα θαῦμα, παρʼ ἐσχατόωντα Γάδειρα,
  6. μακρὸν ὑπὸ πρηῶνα πολυσπερέων Ἀτλάντων,
  7. ἦχί τε καὶ χάλκειος ἐς οὐρανὸν ἔδραμε κίων,
  8. ἠλίβατος, πυκινοῖσι καλυπτόμενος νεφέεσσιν.
  9. 108
  10. Πόντος μὲν πρώτιστος Ἰβηρικὸς ἀρχομένοισιν
  11. ἐγκέχυται, ὅσπερ τε καὶ Εὐρώπης πέλει ἀρχὴ
  12. καὶ Λιβύης· μέσσος γὰρ ἐλίσσεται ἀμφοτεράων.
  13. Στῆλαι δʼ ἔνθα καὶ ἔνθα παρὰ πλευρῇσι κέονται,
  14. ἡ μὲν ἐπʼ Εὐρώπην, ἡ δʼ ἐς Λιβύην δρόωσα.
  15. Τὸν δέ μετεκδέχεται Γαλάτης ῥόος, ἔνθα τε γαῖα
  16. Μασσαλίη τετάνυσται, ἐπίστροφον ὅρμον ἔχουσα.
  17. Ἑξείης δʼ ἐπὶ τοῖσι Λιγυστιὰς ἕλκεται ἄλμη,
  18. ἐνθʼ Ἰταλῶν υἱῆες ἐπʼ ἠπείροιο νέμονται,
  19. ἐκ Διὸς Αὐσονιῆες, ἀεὶ μέγα κοιρανέοντες,
  20. ἀρξάμενοι βορέηθεν ἔσω Λευκὴν ἐπὶ πέτρην,
  21. ἥ ῥά τε καὶ Σικελῆς ἐπὶ πορθμίδος ἐρρίζωται·