Orbis Descriptio

Dionysius Periegetes

Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

  1. ἡ μία δʼ εἰς ἄνεμον τεκμαίρεται ὁλκὸν ἑκάστη,
  2. Τυρσηνὴ ζέφυρον, Σικελὴ νότον, Ἀδριὰς εὖρον.
  3. Αὐτὰρ ὑπὲρ Σικελῆς χθονὸς ἕλκεται οἶδμα κορύσσων
  4. Λιβύης,νοτίην περὶ Σύρτιν ἑλίσσων
  5. τὴν ἑτέρην, ἥνπερ τε καὶ εὐρυτέρην ἐνέπουσιν·
  6. ἄλλη δ᾿, τις ἀφαυρὸν ἔχει πόρον, ἔνδον ἐοῦσα,
  7. τηλόθεν ἐρχομένην δέχεται πλημμύριδα πόντου.
  8. Ὣς οἱ μὲν βοόωσιν ἑλισσόμενοι δύο κόλποι·
  9. ἐκ δὲ ῥόων Σικελῶν Κρήτης ἀναπέπταται οἶδμα
  10. μακρὸν ἐπ’ ἀντολίην Σαλμωνίδος ἄχρι καρήνου,
  11. ἣν Κρήτης ἐνέπουσιν ἑώϊον ἔμμεναι ἄκρην.
  12. 110
  13. Δοιαὶ δʼ ἑξείης προτέρω φρίσσουσι θάλασσαι,
  14. Ἰσμαρικοῦ πνοιῇσιν ἐλαυνόμεναι βορέαο,
  15. ὀρθὸν φυσιόωντος, ἐπεὶ κατεναντία κεῖνται·
  16. ναῦται δὲ πρώτην Φαρίην ἅλα κικλήσκουσιν,
  17. ὕστατον ἐς πρηῶνα τιταινομένην Κασίοιο·
  18. Σιδονίην δʼ ἑτέρην, ὅθι τείνεται ἐς μυχὰ γαίῃς
  19. Ἰσσοῦ ἄχρι πτόλιος, Κιλίκων χώρην παραμείβων,
  20. Ἰσσικὸς ἑλκόμενος βορέην ἔπι κόλπος ἀπείρων,
  21. οὐ μὲν πολλὸν ἄνευθεν ἰσόδρομος· ἄγχι γὰρ ἤδη