Orbis Descriptio

Dionysius Periegetes

Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

  1. Τόσσοι μὲν φῶτες περὶ Κάσπια κύματʼ ἔασιν·
  2. φράζεο δʼ ἐκ Κόλχων καὶ Φάσιδος ἐς δύσιν ἤδη,
  3. Εὐξείνου παρὰ χεῖλος, ἐπιλαδὸν ἔθνεα Πόντου
  4. ἄχρι Θρηικίου στόματος, τόθι Χαλκὶς ἄρουρα.
  5. Βύζηρές τοι πρῶτα καὶ ἀγχόθι φῦλα Βεχείρων,
  6. Μάκρωνες Φίλυρές τε καὶ οἳ μόσσυνας ἔχουσι
  7. δουρατέους· τῶν δʼ ἄγχι πολύρρηνες Τιβαρηνοί·
  8. τοῖς δ᾿ ἔπι καὶ Χάλυβεςστυρελὴν καὶ ἀπήνεα γαῖαν
  9. ναίουσιν, μογεροῦ δεδκηκότες ἔργα σιδήρου,
  10. 153
  11. οἵ ῤα, βαρυγδούποισιν ἐπʼ ἄκμοσιν ἑστηῶτες,
  12. οὔποτε παύονται καμάτου καὶ ὀϊζύος αἰνῆς.
  13. Τοὺς δὲ μέτʼ Ἀσσυρίης πρόχυσις χθονὸς ἐκτετάνυσται
  14. ἔνθα δʼ Ἀμαζονίδεσσιν ἀπʼ οὔρεος Ἀρμενίοιο
  15. λευκὸν ὕδωρ προΐησιν ἐνυάλιος Θερμώδων,
  16. ὅς ποτʼ ἀλωομένην Ἀσωπίδα δέκτο Σινώπην,
  17. καί μιν ἀκηχεμένην σφετέρῃ παρενάσσατο χώρῃ
  18. Ζηνὸς ἐφημοσύνῃσιν· ὁ γὰρ φιλότητος ἐρκννῆς
  19. ἰσχανόων, πάτρης ἀπενόσφισεν οὐκ ἐθέλουσαν·
  20. ἐκ τῆς καὶ πτολίεθρον ἐπώνυμον ἄνδρες ἔχουσιν.
  21. Κείνου δʼ ἂν ποταμοῖο περὶ κρυμώδεας ὄχθας