Orbis Descriptio

Dionysius Periegetes

Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

  1. ἀνέρες, οἷς μήτʼ αὐτὸς ἐγὼ, μήθʼ ὅστις ἑταῖρος
  2. ἐμπελάσαι· μάλα γάρ τε κακοξεινώτεροι ἄλλων·
  3. οὐ γάρ σφιν σίτοιο μελίφρονός ἐστιν ἐδωδή,
  4. οὐδὲ μὲν οὐδʼ οἶνος μεταδήμιος· ἀλλὰ γὰρ ἵππων
  5. αἵματι μίσγοντες λευκὸν γάλα, δαῖτα τίθενται.
  6. Τοῖς δʼ ἔπι πρὸς βορέην Χωράσμιοι, οἶς ἔπι γαῖα
  7. Σουγδιάς, ἧς ἀνὰ μέσσον ἑλίσσεται ἱερὸς Ὦξος,
  8. ὅστε λιπὼν Ἠμωδὸν ὄρας μετὰ Κασπίδα βάλλει.
  9. Τὸν μέτʼ ἐπὶ προχοῇσιν Ἰαξάρταο νέμονται
  10. τόξα Σάκαι φορέοντες, ἃ μή κέ τις ἄλλος ἐλέγχοι
  11. τοξευτής οὐ γάρ σφι θέμις ἀνεμώλια βάλλειν·
  12. καὶ Τόχαροι Φροῦνοί τε καὶ ἔθνεα βάρβαρα Σηρῶν,
  13. οἵτε βόας μὲν ἀναίνονται καὶ ἴφια μῆλα,
  14. αἰόλα δὲ ξαίνοντες ἐρήμης ἄνθεα γαίης,
  15. 152
  16. εἳματα τευχουσιν πολυδαίδαλα, τιμήεντα,
  17. εἰδόμενα χροιῇ λειμωνίδος ἄνθεσι ποίης·
  18. κείνοις οὔ τί κεν ἔργον ἀραχνάων ἐρίσειεν.
  19. Ἄλλοι δὲ Σκύθαι εἰσὶν ἐπήτριμοι, οἵτε νέμονται
  20. ἐσχατιάς· παρὰ δέ σφι δυσήνεμος ἐκτέταταιχθών,
  21. χειμερίοις ἀνέμοισι λελειμμένη ἠδὲ χαλάζαις.