Orbis Descriptio

Dionysius Periegetes

Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

  1. τέμνοις κρυστάλλου καθαρὸν λίθον, οἷά τε πάχνην
  2. χειμερίην· δήεις δὲ καὶ ὑδατόεσσκν ἴασπιν.
  3. Ἶρις δʼ ἑξείης καθαρὸν ῥόον εἰς ἅλα βάλλει.
  4. Τῷ δʼ ἔπι μορμύρουσι ῥοαὶ Ἅλυος ποταμοῖο,
  5. ἑλκόμεναι βορέηνδε Καραμβίδος ἐγγύθεν ἄκρης,
  6. ἀρξάμεναι τὸ πρῶτον ἀπʼ οὔρεος Ἀρμενίοιο.
  7. Παφλαγόνες δʼ ἐπὶ τοῖσιν ἐπ’ ἠιόνεσσι νέμονται,
  8. καὶ Μαριανδυνῶν ἱερὸν πέδον· ἔνθʼ ἐνέπουσιν
  9. οὐδαίου Κρονίδαο μέγαν κύνα χαλκεόφωνον,
  10. χερσὶν ἀνελκόμενον μεγαλόφρονος Ἡρακλῆος,
  11. δεινὸν ἀπὸ στομάτων βαλέειν σιαλώδεα χυλόν,
  12. τὸν μέν ἐδέξατο γαῖα καὶ ἀνδράσι πῆμʼ ἐφύτευσεν.
  13. Ἄγχι δὲ Βιθυνοὶ λιπαρήν χθόνα ναιετάουσι,
  14. 154
  15. Ῥήβας ἔνθʼ ἐρατεινὸν ἐπιπροΐησι ῥέεθρον,
  16. Ῥήβας, ὃς Πόντοιο παρὰ στομάτεσσιν ὁδεύει,
  17. Ῥήβας, οὗ κάλλιστον ἐπὶ χθονὶ σύρεται ὕδωρ.
  18. Τόσσοι μὲν Πόντοιο περικτίται ἄνδρες ἔασι·
  19. κεῖνα δέ τοι Σκυθίης προλελεγμένα φῦλα πελέσθω.
  20. Νῦν δʼ αὖ παραλίης Ἀσίης πόρον ἐξενέποιμι,
  21. ὅς ῥά τε πρὸς νότον εἰσιν ἐφʼ Ἑλλήσποντον ὁδεύων,