Orbis Descriptio

Dionysius Periegetes

Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

  1. ὅστε καὶ Εὐρώπην ἀποτέμνεται Ἀσίδος αἴης,
  2. ἐς δύσιν Εὐρώπην, ἐς δʼ αὐγὰς Ἀσίδα γαῖαν.
  3. Τοῦ δʼ ἤτοι πηγαὶ μὲν ἐν οὔρεσι Καυκασίοισι
  4. 145
  5. τηλόθι μορμύρουσιν· ὁ δὲ πλατὺς ἔνθα καὶ ἔνθα
  6. ἐσσυμένος Σκυθικοῖσιν ἐπιτροχάει πεδίοισιν.
  7. Τοῦ δʼ ἂν, κυμαίνοντος ἀπείριτον ἐκ βορέαο,
  8. πηγετὸν ἀθρήσειας ἀπὸ κρυμοῖο παγέντα.
  9. Σχέτλιοι, οἳ περὶ κεῖνον ἐνοίκια χῶρον ἔχουσιν·
  10. αἰεί σφιν ψυχρή τε χιὼν κρυμός τε δυσαής·
  11. καὶ δέ κεν, ἐξ ἀνέμων ὁπόταν πλεῖστονκρύος ἔλθῃ,
  12. ἢ ἵππους θνήσκοντας ἐν ὀφθαλμοῖσιν ἶδοιο,
  13. ἠὲ καὶ ἡμιόνους ἢ ἀγραύλων γένος οἰῶν·
  14. οὐδὲ μὲν οὐδʼ αὐτοί κεν ἀπήμαντοι τελέθοιεν
  15. ἀνέρες, οἳ κείνχσιν ὑπαὶ ῥιπῆσι μένοιεν·
  16. ἀλλὰ γὰρ ἠλάσκουσιν, ὑποζεύξαντες ἀπήνας
  17. χώρην εἰς ἑτέρην, λείπουσι δὲ γαῖαν ἀήταις
  18. χειμερίοις, οἵτε σφι κακῇ θύοντες ἀέλλῃ
  19. γαῖάν τε κλονέουσι καὶ οὔρεα πευκήεντα.
  20. Τόσσοι μὲν Τάναϊν ποταμὸν περιναιετάουσιν.
  21. Σαυρομάτας δʼ ἐπέχουσιν ἐπασσύτεροι γεγαῶτες