Orbis Descriptio

Dionysius Periegetes

Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

  1. Σινδοὶ, Κιμμέριοί τε καὶ οἱ πέλας Εὐξείνοιο
  2. Κερκέτιοι Τορέται τε καὶ ἀλκήεντες Ἀχαιοί,
  3. 146
  4. τούς ποτʼ ἀπὸ Ξάνθοιο καὶ Ἰδαίου Σιμόεντος
  5. πνοιαὶ νοσφίσσαντο νότοιό τε καὶ ζεφύροιο,
  6. ἑσπομένους μετὰ δῆριν Ἀρητιάδῃ βασιλῆι.
  7. Τοῖς δʼ ἔπι ναιεταουσιν, ὁμούριον αἶαν ἔχοντες,
  8. Ἡνίοχοι Ζύγιοί τε, Πελασγίδος ἔκγονοι αἴης.
  9. Πὰρ δὲ μυχὸν Πόντοιο, μετὰ χθόνα Τυνδαριδάων,
  10. Κόλχοι ναιετάουσι, μετήλυδες Αἰγύπτοιο,
  11. Καυκάσου ἐγγὺς ἐόντες, ὃς Ὑρκάνιον περὶ πόντον
  12. οὔρεσιν ἠλιβάτοισιν ἀέξεται ἔνθα τε Φᾶσις,
  13. Κιρκαίου κατὰ νῶτον ἑλισσόμενος πεδίοιο,
  14. Εὐξείνου ποτὶ χεῦμα θοὴν ἀπερεύγεται ἄχνην,
  15. ἀρξάμενος τὸ πρῶτον ἀπʼ οὔρεος Ἀρμενίοιο.
  16. Τοῦ δὲ πρὸς ἀντολίην βορέην τ᾿ ἐπικέκλιται ἰσθμός,
  17. ἰσθμὸς Κασπίης τε καὶ Εὐξείνοιο θαλάσσης.
  18. Τῷ δʼ ἔπι ναιετάουσιν ἑωθινὸν ἔθνος Ἰβήρων,
  19. οἳ ποτε Πυρήνηθεν ἐπʼ ἀντολίην ἀφίκοντο,
  20. ἀνδράσιν Ὑρκανίοισιν ἀπεχθέα δῆριν ἔχοντες,
  21. 147
  22. καὶ Καμαριτάων φῦλον μέγα, τοι ποτε Βάκχον