Orbis Descriptio

Dionysius Periegetes

Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

  1. ἴχνεσιν ὀρθότατον· Ταῦρον δέ ἑ κικλήσκουσιν,
  2. οὕνεκα ταυροφανές τε καὶ ὀξυκάρηνον ὁδεύει,
  3. οὔρεσιν ἐκταδίοισι πολυσχιδὲς ἔνθα καὶ ἔνθα.
  4. Ἐκ τοῦ ἀπειρέσιοι ποταμοὶ καναχηδὰ ῥέουσιν,
  5. οἱ μὲν πρὸς βορέην, οἱ δʼ ἐς νότον, οἱ δʼ ἐπὶ ῥτπὴν
  6. εὔρου καὶ ζεφύροιο· τίς ἂν πάντʼ οὐνόματʼ εἴποι;
  7. Οὐ μὲν ἐπωνυμίην μίαν ἔλλαχεν, ἀλλ᾿ ἐν ἑκάστῃ
  8. οὔνομ᾿ ἔχει στποφάλιγγι· τὰ δ᾿ ἂν κείνοισι μέλοιτο
  9. ἀνδράσιν, οἳ κατὰ χῶρον ὁμούριον οἶκον ἔθεντο.
  10. Νῦν γε μὲν ἔθνεα πάντα διίξομαι, ὅσσ’ ἀρίδηλα
  11. ἐνναίει Μοῦσαι δʼ ἰθύντατον ἴχνος ἄγοιεν.
  12. Ἤτοι μὲν λίμνης Μαιώτιδος ἄγχι νέμονται
  13. αὐτοὶ Μαιῶταί τε καὶ ἔθνεα Σαυροματάων,
  14. ἐσθλὸν ἐνυαλίου γένος Ἄρεος· ἐκ γὰρ ἐκείνης
  15. ἰφθίμης φιλότητος Ἀμαδονίδων ἐγένοντο,
  16. τήν ποτε Σαυρομάτῃσιν ἐπʼ ἀνθρώποισι μίγησαν,
  17. πλαγχθεῖσαι πάτρηθεν ἀπόπροθι Θερμώδοντος.
  18. Τοὔνεκα καὶ παῖδες μεγαλήτορες ἐξεγένοντο,
  19. ὕλην ναιετάοντες ἀπείριτον, ἧς διὰ μέσσης
  20. συρόμενος Τάναϊς Μαιώτιδος ἐς μυχὰ πίπτει,