Orbis Descriptio

Dionysius Periegetes

Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

  1. ἠπείρων, ἑτέρωθεν ἀλίγκιον εἴδεϊ κώνου,
  2. ἑλκόμενον κατὰ βαιὸν ἐπʼ ἀντολίης μυχὰ πάσης,
  3. ἔνθα τε καὶ στῆλαι Θηβκιγενέος Διονύσου
  4. ἑστᾶσιν, πυμάτοιο παρὰ ῥόον Ὠκεανοῖο,
  5. Ἰνδῶν ὑστατίοισιν ἐν οὔρεσιν, ἔνθα τε Γάγγης
  6. λευκὸν ὕδωρ Νυσαῖον ἐπὶ πλαταμῶνα κυλίνδει.
  7. Ἀλλʼ οὐκ ἂν τόσσον μέγεθος πέλοι Ἀσίδος αἴης,
  8. οὐδʼ ἅπαν εἶδος ἔοικεν ἀλίγκιον· ἐν γὰρ ἐκείναις
  9. ἠπείροις εἷς πόντος ἔσω ῥόον ἡγεμονεύει,
  10. ἐν δʼ Ἀσίη πολὺς Ὠκεανός· τρισσοὺς γὰρ ἑλίσσων
  11. 144
  12. κόλπους κυμαίνοντας ἐρεύγεται, εἰς ἅλα βάλλων,
  13. Περσικὸν Ἀράβιόν τε καὶ Ὑρκάνιον βαθυδίνην·
  14. τοὺς δύο μέν νοτίους, τὸν δʼ ἐς βορέην ὁρόωντα,
  15. ἐς βορέην ὁρόωντα καὶ ἐς λίβα γείτονα πόντου
  16. Εὐξείνου, τόθι φῶτες ἀπείριτοι ἀμφινέμονται.
  17. Μέσσον δʼἀμφοτέρων χθονὸς ἄσπετος ἰσθμὸς ὁρίζει,
  18. τῇ καὶ τῇ μακροῖσι τιταινόμενος πεδίοισιν.
  19. Μέσσα γε μὴν πάσης Ἀσίης ὄρος ἀμφιβέβηκεν,
  20. ἀρξάμενον γαίης Παμφυλίδος ἄχρι καὶ Ἰνδῶν,
  21. ἄλλοτε μὲν λοξόν τε καὶ ἀγκύλον, ἄλλοτε δʼ αὖτε