Orbis Descriptio

Dionysius Periegetes

Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

  1. Γηρυόνος μετὰ πότμον ἀγήνορος· αὐτὰρ ὑπ᾿ ἄκρην
  2. 140
  3. Ἱρὴν, ἣν ἐνέπουσι κάρην ἔμεν Εὐρωπείης,
  4. νήσους Ἑσπερίδας, τόθι κασσιτέροιο γενέθλη,
  5. ἀφνειοὶ ναίουσιν ἀγαυῶν παῖδες Ἰβήρων.
  6. Ἄλλαι δʼ Ὠκεανοῖο παραὶ βορεώτιδας ἀκτὰς
  7. δισσαὶ νῆσοι ἔασι Βρετανίδες, ἀντία Ῥήνου·
  8. κεῖθι γὰρ ὑστατίην ἀπερεύγεται εἰς ἅλα δίνην
  9. Τάων τοι μέγεθος περιώσιον, οὐδέ τις ἄλλη
  10. νήσοις ἐν πάσῃσι Βρετανίσιν ἰσοφαρίζει.
  11. Ἄγχι δὲ νησίδων ἕτερος πόρος, ἔνθα γυναῖκες
  12. ἀνδρῶν ἀντιπέρηθεν ἀγαυῶν Ἀμνιτάων
  13. ὀρνύμεναι τελέουσι κατὰ νόμον ἱερὰ Βάκχῳ,
  14. 141
  15. στεψάμεναι κισσοῖο μελαμφύλλοιο κορύμβοις,
  16. ἐννύχιαι· παταγῆς δὲ λιγύθροος ὄρνυται ἠχή.
  17. Οὐχ οὕτω Θρήικος ἐπʼ ᾐόσιν Ἀψίνθοιο
  18. Βιστονίδες καλέουσιν ἐρίβρομον Εἰραφιώτην,
  19. οὐδʼ οὕτω σὺν παισὶ μελανδίνην ἀνὰ Γάγγην
  20. Ἰνδοὶ κῶμον ἄγουσιν ἐριβρεμέτῃ Διονύσῳ,
  21. ὡς κεῖνον κατὰ χῶρον ἀνευάζουσι γυναῖκες.
  22. Πολλὴν δὲ προτέρωσε ταμὼν ὁδὸν Ὠκεανοῖο,