Orbis Descriptio

Dionysius Periegetes

Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

  1. νῆσόν κεν Θούλην εὐεργέϊ νηὶ περήσαις·
  2. ἔνθα μὲν, ἠελίοιο βεβηκότος ἐς πόλον ἄρκτων,
  3. ἤμαθ’ ὁμοῦ καὶ νύκτας ἀειφανές ἐκκέχυται πῦρ·
  4. λοξοτέρῃ γὰρ τῆμος ἐπιστρέφεται στροφάλιγγι,
  5. ἀκτίνων ἰθεῖαν ἐπὶ κλίσιν ἐρχομενάων,
  6. μέσφʼ ἐπὶ κυανέους νοτίην ὁδὸν αὖτις ἐλάσσῃ·
  7. ἀλλ’ ὁπόταν Σκυθικοῖο βαθὺν ῥόον Ὠκεανοῖο
  8. νηὶ τάμῃς, προτέρω δὲ πρὸς ἠῴην ἅλα κάμψῃς,
  9. Χρυσείην τοι νῆσον ἄγει πόρος, ἔνθα καὶ αὐτοῦ
  10. ἀντολίη καθαροῖο φαείνεται ἠελίοιο.
  11. 142
  12. Κεῖθεν δὲ στρεφθεὶς νοτίης προπάροιθε κολώνης,
  13. αἶψά κε Κωλιάδος μεγάλην ἐπὶ νῆσον ἵκοιο,
  14. μητέρα Ταπροβάνην Ἀσιηγενέων ἐλεφάντων,
  15. ᾗς ὕπερ, οὐρανίῃσιν ἀειρόμενος στροφάδεσσι,
  16. δινεῖται κατὰ κύκλον ἐν αἰθέρι Καρκίνος αἴθων·
  17. αὐτὴ δʼ εὐρυτάτη μέγεθος πέλει· ἀμφὶ δὲ πάντη
  18. κήτεα θῖνες ἔχουσιν, Ἐρυθραίου βοτὰ πόντου,
  19. οὔρεσιν ἠλιβάτοισιν ἐοικότα· τῶν δʼ ὑπὲρ ἄκρων
  20. τέτρηχεν νώτων περιμήκετος ὁλκὸς ἀκάνθης
  21. Δυσμενέων τοι παῖδες, ἑλισσόμενοι περὶ πόντον,