Orbis Descriptio

Dionysius Periegetes

Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

  1. Ἔστι δέ τις καὶ σκαιὸν ὑπὲρ πόρον Εὐξείνοιο
  2. ἄντα Βορυσθένεος μεγαλώνυμος εἰν ἁλὶ νῆσος
  3. ἡρώων· Λευκήν μιν ἐπωνυμίην καλέουσιν,
  4. οὕνεκά οἱ τὰ πάρεστι κινώπετα λευκὰ τέτυκται·
  5. κεῖθι δʼ Ἀχιλλῆός τε καὶ ἡρώων φάτις ἄλλων
  6. ψυχὰς εἱλίσσεσθαι ἐρημαίας ἀνὰ βήσσας·
  7. τοῦτο δʼ ἀριστήεσσι Διὸς πάρα δῶρον ὀπηδεῖ
  8. ἀντʼ ἀρετῆς· ἀρετὴ γὰρ ἀκήρατον ἔλλαχε τιμήν.
  9. Κιμμέριον δʼ ἄρα τοι διὰ Βόσπορον ἰθὺς ἰόντι
  10. ἄλλη ἀπειρεσίη νῆσος πέλει, ἢ ῥά τε λίμνης
  11. ἔνδοθι δεξιτερῇ Μαιώτιδος ἐστήρικται·
  12. ἧς ἔπι Φαιναγόρη τε καὶ εὔκτιτος Ἑρμώνασσα,
  13. 138
  14. ἔνθα τε ναιετάουσιν Ἰωνίδος ἔκγονοι αἴης.
  15. Αἵδε μὲν ἀνθρώποισιν ἀγακλέις εἰν ἁλὶ νῆσοι·
  16. ἄλλαι δʼ Ὠκεανοῖο παρὰ ῥόον ἐστεφάνωνται·
  17. τάων δʼ ἂν περίσημον ἐγὼ θέσιν ἐξενέποιμι,
  18. ὁπποτέρου τʼ ἀνέμοιο παρὰ σφυρόν ἐστιν ἑκάστη.
  19. Ἤτοι μὲν ναίουσι βοοτρόφον ἄμφʼ Ἐρύθειαν
  20. 139
  21. Ἄτλαντος περὶ χεῦμα θεουδέες Αἰθιοπῆες,
  22. Μακροβίων υἱῆες ἀμύμονες, οἵ ποθʼ ἵκοντο