Orbis Descriptio

Dionysius Periegetes

Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

  1. Σκῦρός τ᾿ ἠνεμόεσσα καὶ αἰπεινὴ Πεπάπηθος·
  2. ἔνθεν καὶ Λῆμνος, κρχναὸν πέδον Ἠραίστοιο,
  3. πέπταται, ὠγυγίη τε Θάσος, Δημήτερος ἀκτή,
  4. Ἴμβροζ, Θρηικίη τε Σάμος, Κορυβάντιον ἄστυ.
  5. Αἳ δ᾿ Ἀσίης πρώτην αἶσαν λάχον, ἀμφίς ἐοῦσαι
  6. 136
  7. Δῆλον ἐκυκλώσαντο, καὶ οὔνομα Κυκλάδες εἶσί·
  8. ῥύσια δʼ Ἀπόλλωνι χοροὺς ἀνάγουσιν ἅπασαι,
  9. ἱσταμένου γλυκεροῦ νέον εἴαρος, εὖτ’ ἐν ὄρεσσιν
  10. ἀνθρώπων ἀπάνευθε κυεῖ λιγύφωνος ἀηδών.
  11. Νῆσοι δʼ ἐξείης Σποράδες περιπαμφανόωσιν,
  12. οἷον ὅι’ ἀνεφέλοιο διʼ ἠέρος εἴδεται ἄστρα,
  13. ὑγρὰ νέφη κραιπνοῖο βιησαμένου βορέαο.
  14. Ταὶς δ᾿ ἔπι νῆσοι ἔασιν Ἰωνίδες· ἔνθα δὲ Καῦνος
  15. 137
  16. καὶ Σάμος ἱμερόεσσα, Πελασγίδος ἕδρανον Ἥρης,
  17. καὶ Χίος ἠλιβάτοιο Πελινναίου ὑπὸ πέζαν.
  18. Κεῖθεν δ᾿ Αἰολίδων ἀωαφαίνεται οὔρεα νήσων,
  19. Λέσβου τ᾿ εὐρυχόροτο καὶ ἱμερτῆς Τεωεδοιο.
  20. Κεῖθι Μέλας καὶ κόλπος ἐφʼ Ἑλλήσποντον ἵησιν
  21. ἀφρὸν ἐρευγόμενος· βορέην δʼ ἐπὶ πολλὸν ἰόντι
  22. πέπταται ἔνθα καὶ ἔνθα Προποντίδος οἶδμα θαλάσσης.