Orbis Descriptio

Dionysius Periegetes

Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

  1. Τὴν δὲ μετʼ Αἰόλου εἰσὶ περίδρομοι εἰν ἁλὶ νῆσοι,
  2. Αἰόλου Ἱπποτάδαο, φιλοξείνου βασιλῆος,
  3. Αἰόλου, ὅς θηητὰ μετʼ ἀνδράσιν ἔλλαχε δῶρα,
  4. κοιρανίην ἀνέμων κλονεόντων θʼ ἱσταμένων τε.
  5. Ἑπτὰ δέ οἱ ταί γ᾿ εἰσίν,ἐπώνυμοι ἀνδράσι Πλωταί,
  6. οὕνεκα μέσσον ἔχουσι περίπλοον ἀμφιέλικτον.
  7. Τρινακίη δʼ ἐπὶ τῇσιν ὑπὲρ πέδον Αὐσονιήων ·
  8. ἐκτέταται, πλευρῇσιν ἐπὶ τρισὶν ἑστηκυῖα·
  9. ἄκρα δέ οἱ Πάχυνός τε Πελωρίς τε Λιλύβη τε.
  10. 132
  11. Ἀλλʼ ἤτοι Λιλύβη μὲν ἐπὶ ῥιπὴν ζεφύροιο
  12. εἰσανέχει, Πάχυνος δὲ πρὸς αὐγάς, αὐτὰρ ἐπʼ ἄρκτους
  13. ἠνεμόεσσα Πελωρὶς, ἐς Αὐσονίην ὁρόωσα.
  14. Τῆς μὲν πρὸς βορέην ὀλοὴ ναύτῃσι κέλευθος,
  15. στεινή τε σκολιή τε καὶ ἄσχετος, ἧχι θάλασσα
  16. συρομένη μακρῇσι περιβρέμεται σπιλάδεσσιν,
  17. Ἀονίῳ τμηθεῖσα πολυγλώχινι σιδήρῳ.
  18. Πρὸς δὲ νότον Λιβυκός τε πόρος καὶ Σύρτιδος ἀρχὴ
  19. τῆς ἑτέρης· ἑτέρην δʼ ἂν ἴδοις προτέρωσε περήσας,
  20. ἑσπερίην· τῆς πρόσθε δύω νησῖδες ἔασι,
  21. Μῆνιγξ καὶ Κέρκιννα, Λιβυστικὸν ὅρμον ἔχουσαι.