Orbis Descriptio

Dionysius Periegetes

Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

  1. Τῷ πάρα Πυθῶνος θυόεν πέδον, ᾗχι δράκοντος
  2. Δελφύνης τριπόδεσσι θεοῦ παρακέκλιται ὁλκός,
  3. ὁλκός, ἀπειρεσίῃσιν ἐπιφρίσσων φολίδεσσι,
  4. νηῷ ἐν ἱμερτῷ,τόθι πολλάκις αὐτὸς Ἀπόλλων,
  5. ἢ ἀπὸ Μιλήτου ἠὲ Κλάρου ἄρτι βεβηκώς,
  6. ἱστάμενος χρυσέης ἀναλύεται ἄμμα φαρέτρης.
  7. Ἀλλʼ ὁ μὲν ἱλήκοι· σὺ δέ μοι, Διὸς, ἔννεπε, Μοῦσα,
  8. νήσων πασάων ἱερὸν πόρον, αἵτʼ ἐνὶ πόντῳ
  9. ἀνδράσι ναίονται, τετραμμέναι ἄλλυδις ἄλλαι.
  10. Ἤτοι μὲν κατὰ μέσσον ὑφεσπερίων στηλάων
  11. ἐσχατόωντα Γάβειρα φαείνεται ἀνθρώποισι,
  12. νήσου ἐπ’ ἀμφιρύτης, ἐπὶ τέρμασιν Ὠκεανοῖο.
  13. Ἐνθάδε Φοινίκων ἀνδρῶν γένος ἐνναίουσιν,
  14. ἁζόμενοι μεγάλοιο Διὸς γόνον Ἡρακλῆα·
  15. καὶ τὴν μὲν ναετῆρες, ἐπὶ προτέρων ἀνθρώπων
  16. κλῃζομένην Κοτινοῦσαν, ἐφημίξαντο Γάδειρα.
  17. 131
  18. Νῆσοι δʼ ἑξείης Γυμνήσιαι· ἄγχι δὲ Βοῦσος,
  19. Σαρδώ τʼ εὐρυτάτη καὶ ἐπήρατος εἰν ἁλὶ Κύρνος,
  20. ἥν ῥά τε Κορσίδα φῶτες ἐπιχθόνιοι καλέουσιν·
  21. ὕλῃ δʼ ἀμφιλαφὴς οὔτις τόσον, ὅσσον ἐκείνη.