Orbis Descriptio

Dionysius Periegetes

Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

  1. Ἀλλʼ ὁπότ’ Ἀδριάδος σκαιὸν πόρον ἀμφιτρίτης
  2. εἰσελάσῃς ἐπὶ νηός, Ἰηπυγίην ἐπὶ γαῖαν,
  3. δήεις ἰφθίμου Διομήδεος αὐτίκα νῆσον,
  4. ἔνθʼ ἥρως ἀφίκανε, χαλεψαμένης Ἀφροδίτης,
  5. ὁππότε τριλλίστων μετεκίαθεν ἔθνος Ἰβήρων,
  6. 133
  7. ἧς ἀλόχου βουλῇσι κακόφρονος Αἰγιαλείης.
  8. Ἑξείης δὲ πόροιο πρὸς αὐγὰς ἠελίοιο
  9. Ἀψύρτου νήσων ἀναφαίνεται ἄσπετος ὁλκός,
  10. τάς ποτε Κόλχων υἷες ἐπέδραμον, εὖτ’ ἐμόγησαν
  11. ἴχνια μαστεύοντες ἀλήμονος Αἰητίνης.
  12. Ἑξείης δʼ ἐπὶ τῇσι Λιβυρνίδες ἐρρίζωνται.
  13. Πρὸς δὲ νότον μετὰ δρυμὰ Κεραύνια νηὶ θεούσῃ
  14. νῆσοί κεν φαίνοιντο περαιόθεν Ἀμπρακιήων
  15. καὶ λιπαρὴ Κέρκυρα, φίλον πέδον Ἀλκινόοιο.
  16. Τῇ δʼ ἔπι Νηρικίης Ἰθάκης ἕδος ἐστήρικται,
  17. νήσων τʼ ἀλλάων, ὅσσας τʼ ἀπὸ Χαλκίδος ἕρπων
  18. 134
  19. δίνης ἀργυρέῃς Ἀχελώιος ἀμφὶς ἑλίσσει.
  20. Πολλ αὶ δʼ Ἀμνισοὶο βορειότεραι ὁρόωνται,
  21. Αἴγιλά τ’ ἠδὲ Κύθηρα Καλαύριά τε τρηχεῖα·
  22. Κάρπαθος αὖθʼ ἑτέρωθι ποτὶ ζόφον· ἐγγύθι δʼ αὐτῆς