Orbis Descriptio

Dionysius Periegetes

Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

  1. πρὸς δὲ νότον Γέρραι καὶ Νωρίκιʼ ἄστεʼ ἐρυμνά,
  2. Παννόνιοι, Μυσοί τε, βορειότεροι Θρηίκων,
  3. αὐτοί τε Θρήικες, ἀπείρονα γαῖαν ἔχοντες,
  4. οἱ μὲν ἐπὶ προβολῇσι Προποντίδος ἀμφιτρίτης,
  5. οἱ δ᾿ ὑπὲρ Ἑλλήσποντον ἀγάρροον, οἱ δʼ ὑπὲρ αὐτῆς
  6. Αἰγαίης βαθὺ κῦμα πολυφλοίσβοιο θαλάσσης.
  7. Ἔνθα μελισσοβότοιο κατὰ σκοπιὰς Παλλήνης
  8. φύεται ἀστέριος καλὸς λίθος, οἷά τις ἀστὴρ
  9. 122
  10. μαρμαίρων, λύχνις τεπυρὸς φλογὶ πάμπαν ὁμοῖος.
  11. Ἴστρον μὲν ποταμὸν τόσσοι περιναιετάουσιν·
  12. φράζεο δʼ Εὐρώπης λοιπὸν πόρον, ὅστ’ ἐπὶ τρισσὴν
  13. ἐκτέταται κρηπῖδα πρὸς ἠῶ, τὴν μὲν Ἰβήρων,
  14. τὴν δὲ Πανελλήνων, τὴν δʼ ἐσθλῶν Αὐσονιήων.
  15. Ἀλλʼ ἤτοι πυμάτη μὲν ἀγαυῶν ἐστιν Ἰβήρων,
  16. γείτων Ὠκεανοῖο πρὸς ἑσπέρου· ἐν δέ οἱ ἄκμη
  17. στηλάων Ἀλύβη κεῖται μία· τῆς δʼ ὑπένερθεν
  18. 123
  19. Ταρτησὸς χαρίεσσα, ῥυηφενέων πέδον ἀνδρῶν,
  20. Κεμψοί θ᾿ , οἳ ναίουσιν ὑπαὶ πόδα Πυρηναῖον.
  21. 124
  22. Μέσση δʼ ἀμφοτέρων παραπέπταται Αὐσονὶς αἶα,
  23. πουλυτενής· τὴν μέν τε μέσην ὄρος ἄνδυχα τέμνει