Orbis Descriptio

Dionysius Periegetes

Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

  1. ὀρθὸν, ἅτʼ ἐκ στάθμης ἰθυμμένον· οὐκ ἂν ἐκεῖνο
  2. ἴδρις μωμήσαιτο σοφῆς ὑποεργὸς Ἀθήνης·
  3. ὅν ῥά τε κικλήσκουσιν Ἀπέννιον· ἐκ δὲ βορείης
  4. Ἄλπιος ἀρχόμενος Σικελὴν ἐπὶ πορθμίδα λήγει.
  5. Πολλὰ δέ οἱ φῦλʼ ἀμφί, τά τοι ῥέα πάντʼ ἀγορεύσω,
  6. ἀρξάμενος πλευρῆς ζεφυρίτιδος ἐκ βορέαο·
  7. Τυρσηνοὶ μὲν πρῶτ᾿ ,ἐπὶ δέ σφισι φῦλα Πελασγῶν,
  8. οἳ ποτε Κυλλήνηθεν ἐφ’ ἑσπερίην ἅλα βάντες,
  9. αὐτόθι ναιήσαντο σὺν ἀνδράσι Τυρσηνοῖσιν.
  10. Τοῖς δʼ ἔπι μέρμερον ἔθνος ἀγαυῶν ἐστι Λατίνων,
  11. γαῖαν ναιετάοντες ἐπήρατον, ἧς διὰ μέσσης
  12. Θύμβρις ἑλισσόμενος καθαρὸν ῥόον εἰς ἅλα βάλλει,
  13. Θύμβρις ἐϋρρείτης, ποταμῶν βασιλεύτατος ἄλλων,
  14. Θύμβρις, ὃς ἱμερτὴν ἀποτέμνεται ἄνδυχα Ῥώμην,
  15. Ῥώμην τιμήεσσαν, ἐμῶν μέγαν οἶκον ἀνάκτων,
  16. μητέρα πασάων πολίων, ἀφνειὸν ἔδεθλον.
  17. Τῇ δʼ ἔπι Καμπανῶν λιπαρὸν πέδον, ᾗχι μέλαθρον
  18. ἁγνῆς Παρθενόπης, σταχύων βεβριθὸς ἀμάλλαις,
  19. Παρθενόπης, ἣν πόντος ἑοῖς ὑπεδέξατο κόλποις.
  20. Πρὸς δὲ νότον,μάλα πολλὸν ὑπὲρ Σειρηνίδαπέτρην,