Orbis Descriptio

Dionysius Periegetes

Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

  1. πενταπόροις προχοῇσιν ἑλισσόμενος περὶ Πεύκην.
  2. Τοῦ μέν πρὸς βορέην τετανυσμένα φῦλα κέχυνται
  3. πολλὰ μάλʼ ἑξείης Μαιώτιδος ἐς στόμα λίμνης.
  4. Γερμανοὶ Σαμάται τε Γέται θʼ ἅμα Βαστάρναι τε,
  5. Δακῶν τʼ ἄσπετος αἶα καὶ ἀλκήεντες Ἀλανοί,
  6. Ταῦροί θ᾿ , οἳ ναίουσιν Ἀχιλλῆος δρόμον αἰπύν,
  7. στεινὸν ὁμοῦ δολιχόν τε, καὶ αὐτῆς ἔς στόμα λίμνης.
  8. Τῶν δʼ ὕπερ ἐκτέταται πολυΐππων φῦλον Ἀγαυῶν·
  9. ἔνθα Μελάγχλαινοί τε καὶ ἀνέρες Ἱππημολγοί,
  10. 120
  11. Νευροί θʼ Γππόποδές τε Γιλωνοί τ᾿ ἠδ᾿ Ἀγαθυρεὸις
  12. ᾗχι Βορυσθένεος ποταμοῦ τετανυσμένον ὕδωρ
  13. μίσγεται Εὐξείνῳ, Κριοῦ προπάροιθε μετώπου,
  14. ὀρθὸν ἐπὶ γραμμῇ κατεναντία Κυανεάων.
  15. Κεῖθι καὶ Ἀλδήσκοιο καὶ ὕδατα Παντικάπαο
  16. Ῥιπαίοις ἐν ὄρεσσι διάνδυχα μορμύρουσι.
  17. 121
  18. Τῶν δὲ παρὰ προχοῇσι πεπηγότος ἐγγύθι πόντου
  19. ἡδυφαὴς ἤλεκτρος ἀέξεται, οἷά τις αὐγὴ
  20. μήνης ἀρχομένης· ἀδάμαντά τε παμφανόωντα
  21. ἐγγύθεν ἀθρήσειας ὑπὸ ψυχροῖς Ἀγαθύρσοις.
  22. Ἴστρου μὲν τοσσοίδε βορειότεροι γεγάασιν·