Orbis Descriptio

Dionysius Periegetes

Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

  1. Τῆς ἤτοι πυμάτην μὲν ὑπὸ γλωχῖνα νέμονται
  2. ἀγχοῦ στηλάων μεγαθύμων ἔθνος Ἰβήρων,
  3. μῆκος ἐπʼ ἠπείρου τετραμμένονγᾖχ βόρετίου
  4. Ὠκεανοῦ κέχυται ψυχρὸς ῥόος, ἔνθα Βρετανοὶ
  5. λευκά τε φῦλα νέμονται ἀρειμανέων Γερμανῶν,
  6. Ἑρκυνίου δρυμοῖο παραθρώσκοντες ὀρόγκους.
  7. Ἤπειρον κείνην ἰκέλην ἐνέπουσι βοείῃ.
  8. Τοῖς δ᾿ ἔπι Πυρηναῖον ὄρος καὶ δώματα Κελτῶν,
  9. ἀγχόθι πηγάων καλλιρρόου Ἠριδανοῖο,
  10. οὖ ποτʼ ἐπὶ προχοῇσιν ἐρημαίην ἀνὰ νύκτα
  11. Ἡλιάδες κώκυσαν, ὀδυρόμεναι Φαέθοντα
  12. κεῖθι δὲ Κελτῶν παῖδες, ὑφήμενοι αἰγείροισι,
  13. δάκρυʼ ἀμέλγονται χρυσαυγέος ἠλέκτροιο.
  14. 118
  15. Τὸν δὲ μέθʼ ἑξείης Τυρσηνίδος ἤθεα γαίης·
  16. τῆς δὲ πρὸς ἀντολίην ἀναφαίνεται Ἄλπιος ἀρχή,
  17. τῆς διὰ μεσσατίης κατασύρεται ὕδατα Ῥήνου
  18. ὑστάτιον ποτὶ χεῦμα βορειάδος ἀμφιτρίτης.
  19. Ῥήνῳ δʼ ἑξιίης ἐπιτέλλεται ἱερὸς Ἴστρος,
  20. 119
  21. Ἴστρος, ἐς ἀντολίην τετραμμένος ἄχρι θαλάσσης
  22. Εὐξείνου, τόθι πᾶσαν ἐρεύγεται ὕδατος ἄχνην,