Orbis Descriptio

Dionysius Periegetes

Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

  1. Πηλῆος πτολίεθρον ἐπώνυμον ἄνδρες ἔχουσιν
  2. ἔξοχα ναυτιλίης δεδαημένοι. Οὐ μὲν ἐκεῖνοι
  3. ἀνέρες ἐν Λιβύεσσιν ἀρίθμιοι ἦ γὰρ ἐς αὐγὰς
  4. ἑπταπόρου Νείλοιο νενασμένον ἔλλαχον ἄστυ·
  5. ἄλλοι δὲ πλεῖστοι τήνδε χθόνα ναιετάουσιν·
  6. οἱ μὲν ἐπʼ Ὠκεανῷ, οἱ δʼ ἠπείρους ἀνὰ μέσσας,
  7. οἱ δʼ ἀμφʼ εὐρείης Τριτωνίδος ὕδατα λίμνης.
  8. ἥτε μέση Λιβύης ἀμφέλκεται εὐρέα κόλπον.
  9. Τοίη μὲν Λιβύης μορφὴ καὶ σχῆμα τέτυκται
  10. εἰ δὲ καὶ Εὐρώπης ἐθέλεις τύπον, οὔ τί σε κεύσω.
  11. Ωὐτὸς μὲν Λιβύης ῥυσμὸς πέλει, ἀλλὰ μετʼ ἄρκτους
  12. ἔστραπται, καὶ τοῖος ἐπʼ ἀντολίην πάλιν ἕρπει,
  13. οἷος καὶ νοτίης Λιβύης ἐπὶ τέρμα βέβηκεν·
  14. ἄμφω δʼ ἶσον ἔχουσιν ἐπʼ Ἀσίδα νείατον ἴχνος,
  15. ἡ μὲν πρὸς βορέην, ἡ δʼ ἐς νότον. Εἰ δέ κε θείης
  16. ταύτας ἀμφοτέρας γαῖαν μίαν, ἦ κεν ἐπιπρὸ
  17. σχῆμα πέλοι κώνου πλευρῇς ἴσον ἀμφοτέρῃσιν,
  18. ὀξὺ μὲν ἑσπέριον, πλατὺ δʼ ἀντολίην ὑπὸ μέσσην.
  19. 117
  20. Τοὔνεκά μοι, τοιοῦτον ἰδὼν πόρον ἀμφοτεράων
  21. ἠπείρων, ῥέα τέρμα κιχήσεαι Εὐρωπείης.