Orbis Descriptio

Dionysius Periegetes

Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

  1. εὔβοτος εὐλείμων τε καὶ ἀγλαὰ πάντα φέρουσα.
  2. Σχῆμα μὲν οὖν τρισσῇσιν ἐπὶ πλευρῇσι βέβηκεν,
  3. εὐρὺ μὲν ἀμφʼ ἀκτὰς βορεήτιδας, ὀξὺ δʼ ἐπʼ ἠ
  4. ἑλκόμενον καὶ μέχρι βαθυκρήμνοιο Συήνης,
  5. οὔρεσιν ἀμφοτέροισι περισκεπέεσσιν ἐρυμνόν,
  6. τῶν μέσα καλλιρόοιο κατέρχεται ὕδατα Νείλου.
  7. Καὶ τὴν μὲν πολλοί τε καὶ ὄλβιοι ἄνδρες ἔχουσιν,
  8. ἠμὲν ὅσοι Θήβην ἐρικυδέα ναιετάουσιν,
  9. Θήβην ὠγυγίην, ἑκατόμπυλον, ἔνθα γεγωνὼς
  10. Μέμνων ἀντέλλουσαν ἑὴν ἀσπάζεται Ἠῶ·
  11. ὅσσοι θʼ ἑπτάπολιν μεσάτην ἤπειρον ἔχουσιν,
  12. 116
  13. ἦδʼ ὅσσοι νοτερῇσιν ἐπʼ ἠιόνεσσι θαλάσσης
  14. παραλίην ναίουσιν ἔσω Σερβωνίδος ἅλμης.
  15. Τῆς πρὸς μὲν ζεφύροιο Μακηδόνιον πτολίεθρον,
  16. ἔνθα Σινωπίταο Διὸς μεγάλοιο μέλαθρον,
  17. χρυσῷ τιμήεντι κεκασμένον. Οὐκ ἂν ἐκείνου
  18. νηὸν ἐν ἀνθρώποισι θεώτερον ἄλλον ἴδηαι,
  19. οὐδὲ μὲν ἀφνειὴν ἑτέρην πόλιν, ᾗχί τε μακραί
  20. φαίνονται σκοπιαὶ Παλληνίδος Εἰδοθεείης.
  21. Τὴν δὲ μέτʼ ἀντολίηνδε παραὶ Κασιώτιδα πέτρην