Orbis Descriptio

Dionysius Periegetes

Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

  1. ἔνθεν πιοτάτοιο κατέρχεται ὕδατα Νείλου,
  2. ὃς δʼ ἤτοι, Λιβύηθεν ἐπ’ ἀντολίην πολὺς ἕρπων,
  3. Σῖρις ὑπʼ Αἰθιόπων κικλήσκεται· οἱ δὲ Συήνης
  4. ἐνναίται στρεφθέντα μετ᾿ οὔνομα Νεῖλον ἔθεντο.
  5. 115
  6. Κεῖθεν δʼ ἐς βορέην τετανυσμένος ἄλλυδις ἄλλος,
  7. ἑπτὰ διὰ στομάτων εἱλιγμένος εἰς ἅλα πίπτει,
  8. ὕδασι πιαίνων λιπαρὸν πέδον Αἰγύπτοιο.
  9. Οὐ γάρ τις ποταμῶν ἐναλίγκιος ἔπλετο Νείλῳ,
  10. οὔτʼ ἰλὺν βαλέειν, οὔτε χθονὸς ὄλβον ἀέξειν·
  11. ὅς ῥά τε καὶ Λιβύην ἀποτέμνεται Ἀσίδος αἴης,
  12. ἐς λίβα μὲν Λιβύην, ἐς δʼ αὐγὰς Ἀσίδα γαῖαν.
  13. Τῷ πάρα ναιετάουσιν ἀριπρεπέων γένος ἀνδρῶν,
  14. οΐ πρῶτοι βιότοιο διεστήσαντο κελεύθους,
  15. πρῶτοι δʼ ἱμεροεντος ἐπειρήθησαν ἀρότρου,
  16. καὶ σπόρον ἰθυτάτης ὑπὲρ αὔλακος ἁπλώσαντο,
  17. πρῶτοι δὲ γραμμῇσι πόλον διεμετρήσαντο,
  18. θυμῷ φρασσάμενοι λοξὸν δρόμον ἠελίοιο.
  19. Τῶν δέ κεν αὐδήσαιμι καὶ αὐτῆς πείρατα γαίης
  20. καὶ μορφήν· οὐ μὲν γὰρ ὀλίζονος ἔμμορε τιμῆς·
  21. οὐδὲ μὲν οὐδʼ ὀλίγη μέγεθος πέλει, ἀλλά τις ἄλλων