Orbis Descriptio

Dionysius Periegetes

Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

  1. τῶν δὲ μέσοι ναίουσι Σάβαι καὶ Ταξίλοι ἄνδρες,
  2. Σκόδροι δʼ ἑξείης· ἐπὶ δʼ ἕσπεται ἄγρια φῦλα
  3. 174
  4. Πευκαλέων· μετὰ τοὺς δὲ Διωνύσου θεράποντες
  5. Γαργαρίδαι ναίουσιν, ὅθι χρυσοῖο γενέθλην
  6. δαιδαλέην Ὕπανίς τε φέρει θεῖός τε Μάγαρσος,
  7. 175
  8. λαβρότατοι ποταμῶν· ἀπὸ δʼ οὔρεος Ἠμωδοῖο
  9. ὀρνύμενοι προρέουσιν ἐπὶ Γαγγήτιδα χώρην,
  10. πρὸς νότον ἑλκόμενοι παρὰ τέρματα Κωλίδος αἴης.
  11. Ἡ δʼ ἤτοι προνένευκεν ἐπ᾿ Ὠκεανὸν βαθυδίνην,
  12. ἠλίβατος, ταχινοῖσι δυσέμβατος οἰωνοῖσιν·
  13. τοὔνεκά μιν καὶ φῶτες ἐπικλείουσιν Ἄορνιν.
  14. Ἔστι δέ τις θηητὸς ἐϋρρείτην παρὰ Γάγγην
  15. χῶρος τιμήεις τε καὶ ἱερὸς, ὃν ποτε Βάκχος
  16. θυμαίνων ἐπάτησεν, ὅτ᾿ ἠλλάσσοντο μὲν ἁβραὶ
  17. Αηνάων νεβρῖδες ἐς ἀσπίδας, ἐς δὲ σίδηρον
  18. 176
  19. θύρσοι μαιμώοντο καὶ ἐς σπείρημα δρακόντων
  20. ζωστῆρές θʼ ἕλικές τε πολυγνάμπτης ἑλίνοιο,
  21. ἦμος ὅτ᾿ ἀφραδίῃσι θεοῦ ἀτίτησαν ἑορτήν.
  22. Τοὔνεκα Νυσαίην μὲν ἐφημίξαντο κέλευθον,
  23. κόσμω δʼ ἐστήσαντο σὺν υἱάσιν ὄργια πάντα.