Orbis Descriptio

Dionysius Periegetes

Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

  1. Αὐτὸς δʼ ὁππότε φῦλα κελαινδῶν ὤλεσεν Ἰνδῶν,
  2. ʼΗμωδῶν ὀρέων ἐπεβήσατο, τῶν ὑπὸ πέζαν
  3. ἕλκεται ἠῴοιο μέγας ῥόος Ὠκεανοῖο.
  4. Ἔνθα δύω στήλας ἐρύσας περὶ τέρματα γαίης,
  5. καγχαλόων μετὰ χεῦμα κατήλυθεν Ἰσμηνοῖο.
  6. Τόσσοι μὲν κατὰ γαῖαν ὑπέρτατοι ἄνδρες ἔασιν·
  7. ἄλλοι δʼ ἔνθα καὶ ἔνθα κατʼ ἠπείρους ἀλόωνται
  8. μυρίοι, οὓς οὐκ ἄν τις ἀριφραδέως ἀγορεύσοι
  9. θνητὸς ἐών· μοῦνοι δὲ θεοὶ ῥέα πάντα δύνανται.
  10. Αὐτοὶ γὰρ καὶ πρῶτα θεμείλια τορνώσαντο,
  11. καὶ βαθὺν οἶμον ἔδειξαν ἀμετρήτοιο θαλάσσης·
  12. αὐτοὶ δʼ ἔμπεδα πάντα βίῳ διετεκμήραντο,
  13. ἄστρα διακρίναντες, ἐκληρώσαντο δʼ ἑκάστῳ
  14. μοῖραν ἔχειν πόντοιο καὶ ἠπείροιο βαθείης.
  15. Τῷ ῥα καὶ ἀλλοίην ῥυσμοῦ φύσιν ἔλλαχʼ ἑκάστη
  16. ἡ μὲν γὰρ λευκή τε καὶ ἀργινόεσσα τέτυκται,
  17. ἡ δὲ κελαινοτέρη, ἡ δʼ ἀμφοτέρων λάχε μορφήν·
  18. ἄλλη δʼ Ἀσσυρίης ἐναλιγκίη ἄνθεί μίλτου,
  19. ἄλλαι δʼ ἀλλοῖαι· τὼς γὰρ μέγας ἐφράσατο Ζεύς.
  20. Οὕτως ἀνθρώποις ἑτεροίια πάντα τέτυκται.