Orbis Descriptio

Dionysius Periegetes

Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

  1. ἢ καὶ γλαυκιόωντα λίθον καθαροῖο τοπάζου
  2. καὶ γλυκερὴν ἀμέθυστον ὑπηρέμα πορφυρέουσαν·
  3. παντοῖον γὰρ γαῖα μετʼ ἀνδράσιν ὄλβον ἀέξει,
  4. ἀενάοις ποταμοῖσι κατάρρυτος ἔνθα καὶ ἔνθα.
  5. Ναὶ μὴν καὶ λειμῶνες ἀεὶ κομόωσι πετήλοις·
  6. ἄλλοθι μὲν γὰρ κέγχρος ἀέξεται, ἄλλοθι δʼ αὖτε
  7. ὗλαι τηλεθόωσιν Ἐρυθραίου καλάμοιο.
  8. Φράζεο δ᾿ , ὥς τοι σχῆμα καὶ ὡς ποταμοὺς ἐνέποιμι
  9. 173
  10. οὔρεά τʼ ἠνεμόεντα καὶ αὐτῆς ἔθνεα γαίης.
  11. Ἤτοι μὲν πισύρεσσιν ἐπὶ πλευρῇσιν ἄρηρε
  12. πάσῃσιν λοξῇσιν, ἀλιγκίη εἴδεϊ ῥόμβου·
  13. ἀλλά τοι ἑσπερίοις μὲν ὁμούριος ὕδασιν Ἰνδὸς
  14. γαῖαν ἀποτμήγει, νότιον δʼ ἁλὸς οἴδματʼ Ἐρυθρῆς,
  15. Γάγγης δʼ εἰς αὐγὰς,ὁ δὲ Καύκασος ἐς πόλον ἄρκτων.
  16. Καὶ τὴν μὲν πολλοί τε καὶ ὄλβιοι ἄνδρες ἔχουσιν,
  17. οὐχ ἅμα ναιετάοντες ὁμώνυμοι, ἀλλὰ διαμφὶς
  18. κεκριμένοι, ποταμοῦ μὲν ἀπειρεσίου πέλας Ἰνδοῦ
  19. Δαρδανέες, τόθι λοξὸν ἀπὸ σκοπέλων Ἀκεσίνην
  20. συρόμενον δέχεται πλωτὸς νήεσσιν Ὑδάσπης.
  21. Τοῖς δ᾿ ἔπι καὶ Κώφης τρίτος ἕσπεται ἀργυροδίνης·