Orbis Descriptio

Dionysius Periegetes

Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

  1. ἀλλʼ ἔμπης ζωοῖσιν ἐπαρκέες εἰσὶ κέλευθοι
  2. ἄλλον γάρ σφισιν ὄλβον ἀκήρατον αἶα κομίζει·
  3. πάντη γὰρ λίθος ἐστὶν ἐρυθροῦ κουραλίοιο,
  4. πάντη δʼ αὖ πέτρῃσιν ὑπὸ φλέβες ὠδίνουσι
  5. χρυσείης κυανῆς τε καλὴν πλάκα σαπφείροιο,
  6. τῆς ἀποτεμνόμενοι βιοτήσιον ὦνον ἔχουσιν.
  7. Πρὸς δʼ αὐγὰς Ἰνδῶν ἐρατὴ παραπέπταται αἶα,
  8. πασάων πυμάτη, παρὰ χείλεσιν Ὠκεανοῖο,
  9. ἥν ῥάτ ἀνερχόμενος μακάρων ἐπὶ ἔργα καὶ ἀνδρῶν
  10. ἠέλιος πρώτῃσιν ἐπιφλέγει ἀκτίνεσσιν.
  11. Τῷ γαίης ναέται μὲν ὑπὸ χρόα, κυανέουσι,
  12. θεσπέσιον λιπόωντες, ἐειδομένας δʼ ὑακίνθῳ
  13. πιοτάτας φορέουσιν ἐπὶ κράτεσφιν ἐθείρας.
  14. Τῶν δʼ οἱ μὲν χρυσοῖο μεταλλεύουσι γενέθλην,
  15. ψάμμον ἐϋγνάμπτῃσι λαχαίνοντες μακέλῃσιν·
  16. οἱ δʼ ἱστοὺς ὑφόωσι λινεργέας· οἱ δʼ ἐλεφάντων
  17. ἀργυφέους πρισθέντας ἀποξύουσιν ὀδόντας·
  18. ἄλλοι δʼ ἰχνεύουσιν ἐπὶ προβολῇσιν ἀναύρων
  19. ἤ που βηρύλλου γλαυκὴν λίθον ἢ ἀδάμαντα
  20. μαρμαίροντʼ ἢ χλωρὰ διαυγάζουσαν ἴασπιν