Orbis Descriptio

Dionysius Periegetes

Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

  1. παντοίου πολέμοιο δαήμονες· οὐ γὰρ ἀρότρῳ
  2. αὔλακ᾿ ἐπιθύνουσι, διασχίζοντες ἀρούρας,
  3. οὐδὲ μὲν ἐν νήεσσιν ἅλα τμήγουσιν ἐρετμοῖς,
  4. οὐδὲ νομῷ φέρβουσι βοῶν γένος· ἐκ δὲ γενέθλης
  5. νηπίαχοι τόξοισι καὶ ἱπποσύνησι μέλονται,
  6. αἰεὶ δʼ ἠχήεσσαν ἀνὰ χθόνα δοῦπος ἀκόντων
  7. ἢ βελέων, πάντη δέ τʼ ἀελλοπόδων δρόμος ἵππων
  8. θυνόντων· οὐ γάρ σφι θέμις δόρποιο πάσασθαι,
  9. πρὶν πολέμου μόχθοισι κάρην ἱδρῶτι παλῦναι·
  10. φέρβονται δʼ ἄγρῃσι δορικτήτου βιότοιο·
  11. ἀλλʼ ἔμπης κατὰ δῆριν ἀμαιμακέτους περ ἐόντας
  12. Αὐσονίου βασιλῆος ἐπεπρήϋνεν ἀκωκή.
  13. Εἰ δέ σε καὶ Πέρσας ἰδέειν γλυκὺς ἵμερος αἱρεῖ,
  14. εὐφραδέως ἄν σοι καὶ τῶν γένος αὐδήσαιμι,
  15. καὶ πόρον ἀενάων ποταμῶν, ὀρέων τε κελεύθους.
  16. Μοῦνοι γάρ τʼ Ἀσίης βασιλεύτατον ἔθνος ἔχουσι,
  17. μοῦνοι δʼ ἄσπετον ὄλβον ἐνὶ μεγάροισιν ἔθεντο,
  18. ὁππότε Μῃονίην καὶ Σάρδιας ἐξαλάπαξαν.
  19. Χρύσεά τοι κείνων μὲν ἐπὶ χροῒ τεύχεα φωτῶν,
  20. χρύσεα δʼαὖθʼ ἵπποισιν ἐπὶ στομάτεσσι χαλινά,