Orbis Descriptio

Dionysius Periegetes

Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

  1. χρυσῷ δʼ ἀμφὶ πόδεσσιν ἐκοσμήσαντο πέδιλα
  2. τόσσος γάρ σφισιν ὄλβος ἀπείριτος· ἀλλά τοι εἴη
  3. Περσὶς ὅλη μεγάλοισι περίδρομος οὔρεσι γαῖα,
  4. Κασπιάδων πυλέων νοτιώτερον οἶμον ἔχουσα,
  5. ἑλκομένη καὶ μέχρις ὁμωνύμου ἀμφιτρίτης.
  6. Τριχθὰ δέ μιν ναίουσι διασταδὸν, οἱ μὲν ὑπʼ ἄρκτους
  7. 169
  8. τοξοφόρων σκιεροῖσι παρήμενοι οὔρεσι Μήδων,
  9. οἱ δὲ μεσήπειροι, οἱ δʼ ἐς νότον ἄχρι θαλάσσης·
  10. πρῶτα Σάβαι, μετὰ τοὺς δὲ Πασαργάδαι, ἄγχι δὲ Τασκοί,
  11. 170
  12. ἄλλοι θʼ, οἳ ναίουσι διάνδιχα Περσίδα γαῖαν.
  13. Καὶ τὴν μὲν πολέες ποταμοὶ περιπιαίνουσι,
  14. τῇ καὶ τῇ σκολιῇσιν ἐλαυνόμενοι προχοῇσι.
  15. Χωρὶς μὲν Κόρος ἐστὶ μέγας, χωρὶς δὲ Χοάσπης,
  16. ἕλκων Ἰνδὸν ὕδωρ, παρά τε ῥείων χθόνα Σούσων.
  17. Τὸῦ δʼ ἂν ἐπὶ πλευρῇσιν ἴδοις εὐωπὸν Ἀχάτην,
  18. 171
  19. κείμενον οἷα κύλινδρον ἐπὶ χθονὸς, ὅν ῥ’ ἀπὸ πέτρης
  20. χειμερίου ποταμοῖο κάτω σύρουσι χαράδραι.
  21. Αἰεὶ δ᾿ αὖ λιαροῖο γεγηθότες ἐξ ἀνέμοιο
  22. καρποὶ τηλεθάουσιν ἐπήτριμοι ἀλλήλοισιν.
  23. Φράζεο δʼ εἰς αὐγὰς λοιπὸν πόρον Ἀσίδος αἴης