Orbis Descriptio

Dionysius Periegetes

Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

  1. κείνης τοι γενεῆς ἐρικυδέος ἐκγεγαῶτες
  2. Αἰήταο θυγατρὸς, ἀμύμονος ἡρωίνης.
  3. Εὖτε γὰρ Ἀκταίοιο παρὰ ῥόον Ἰλισσοῖς
  4. φάρμακʼ ἐμήσατο λυγρὰ γόνῳ Πανδιονίδαο,
  5. αἰδοῖ μὲν χῶρον κεῖνον λίπεν, ἐς δὲ βαθεῖαν,
  6. πλαζομένη κατὰ φῶτας, ὁμώνυμον ἵκετο γαῖαν,
  7. οὐ μὲν ἑκὰς Κόλχων· Κόλχωνγε μὲν αἶαν ἱκέσθαι
  8. οὔ οἱ ἔην· μῆνιν γὰρ ἑοῦ δειδίσσετο πατρός.
  9. Τοὔνεκεν εἰσέτι νῦν πολυφάρμακοι ἄνδρες ἔασι
  10. χώρην ναιετάοντες ἀπείριτον, οἱ μὲν ἐπʼ αὐτὰς
  11. πέτρας, αἳ φύουσιν ἀφεγγέα ναρκισσίτην,
  12. 168
  13. οἱ δʼ ἑκὰς ἐν λασίησι νενασμένοι εἰαμενῇσι,
  14. πώεα καλὰ νέμοντες, ἄδην βεβριθότα μαλλοῖς,
  15. τόσσον ἐπ’ ἀντολίην τετραμμένοι, ἄχρι πυλάων
  16. Κασπιάδων, αἳτʼ εἰσὶ βαθυνομένας ὑπὸ πέτρας,
  17. κληῖδες γαίης Ἀσιήτιδος, ᾗχι κέλευθος
  18. ἐκτέταται βορέηνδε καὶ ἐς νότον ἐρχομένοισιν,
  19. ἡ μὲν ἐς Ὑρκανίους, ἡ δʼ οὔρεα Περσίδος αἴης.
  20. Ἀλλʼ ἤτοι πυλέων μὲν ὑπαὶ πόδα Κασπιάων
  21. Πάρθοι ναιετάουσιν ἀρήιοι, ἀγκυλότοξοι,