De Demosthenis dictione

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei quae exstant, Volume 5.1: Opuscula, Volume 1. Usener, Hermann; Radermacher, Ludwig; editors. Leipzig: Teubner, 1899.

ἡ δὲ δὴ Πλατωνικὴ διάλεκτος βούλεται μὲν εἶναι καὶ αὐτὴ μῖγμα ἑκατέρων τῶν χαρακτήρων, τοῦ | τε ὑψηλοῦ καὶ ἰσχνοῦ, καθάπερ εἴρηταί μοι πρότερον, πέφυκε δʼ οὐχ ὁμοίως πρὸς ἀμφοτέρους τοὺς χαρακτῆρας εὐτυχής. ὅταν μὲν οὖν τὴν ἰσχνὴν καὶ ἀφελῆ καὶ ἀποίητον ἐπιτηδεύῃ φράσιν, ἐκτόπως ἡδεῖά ἐστι. καὶ φιλάνθρωπος. καθαρὰ γὰρ ἀποχρώντως γίνεται καὶ διαυγής, ὥσπερ τὰ διαφανέστατα τῶν ναμάτων, ἀκριβής τε καὶ λεπτὴ παῤ ἡντινοῦν ἑτέραν τῶν εἰς τὴν αὐτὴν διάλεκτον εἰργασμένων. τήν τε κοινότητα διώκει τῶν ὀνομάτων καὶ τὴν σαφήνειαν ἀσκεῖ, πάσης ὑπεριδοῦσα [*](1 τὸ συγκρι τὸ συγκροῦσαι P 4 ταύτην τὴν B 6 ποιοῦσιν del Krüger | ἐγκολπιζομένην M ci Sylburgius: ἐγκαλπιζομένην B ἐγκαλοπιζομένην P ἐγκαλλωπιζομένην v 8 κἀναληθεστέραν] καὶ ἀληθεστέραν MBP sed ἀναληθεστέραν in mg rubro B καὶ ἀναλθεστέραν Capperonerius ἢ ἀληθεστέραν Kiessling | τε καὶ lac X litt M τε lac VIII litt B, lac XXXIII fere litt P: suppleuit Sadaeus | καὶ ante πανηγυρικὴν om M 9 ἐναγώνιον M, B mg: ἐγκώνιον BP 10 ἀπαιτεῖ P 11 quae secuntur usque ad p 139, 21, eadem exstant paullulum uariata in ep ad Pomp p 758 R sqq (∠) 12 μῖγμα] δεῖγμα ∠ 13 ὑψιλοῦ P 14 δὲ BP∠ | ἀμφοτέρων B 15 οὖ P | ἰσχὴν ΒP 17 τε γὰρ ∠v) [*](18 ναγμάτων P σωμάτων ∠ 19 ἥντινα οὖν in ἡντιν’ οὖν corr rubro M | τὴν ∠: εἰς τὴν MBP 21 ὑπεριδοῦσαν M1 )

137
κατασκευῆς ἐπιθέτου. ὅ τε πίνος αὐτῇ καὶ ὁ χνοῦς ὁ τῆς ἀρχαιότητος ἠρέμα καὶ λεληθότως ἐπιτρέχει χλοερόν τέ τι καὶ τεθηλὸς καὶ μεστὸν ὥρας ἄνθος ἀναδίδωσι. καὶ ὥσπερ ἀπὸ τῶν εὐωδεστάτων λειμώνων οὖρά τις ἡδεῖα ἐξ αὐτῆς φέρεται. καὶ οὔτε τὸ λιγυρὸν ἔοικεν ἐμφαίνειν λάλον οὔτε τὸ κομψὸν θεατρικόν. ὅταν δὲ εἰς τὴν περιττολογίαν καὶ τὸ καλλιεπεῖν, ὃ πολλάκις εἴωθε ποιεῖν, ἄμετρον ὁρμὴν λάβῃ, πολλῷ χείρων ἑαυτῆς γίνεται· καὶ γὰρ ἀηδεστέρα τῆς ἑτέρας καὶ κάκιον ἑλληνίζουσα καὶ παχυτέρα φαίνεται μελαίνει τε τὸ σαφὲς καὶ ζόφῳ ποιεῖ παραπλήσιον ἕλκει τε μακρὸν ἀποτείνασα τὸν νοῦν, συστρέψαι δέον ἐν ὀνόμασιν ὀλίγοις. ἐκχεῖται δʼ εἰς ἀπειροκάλους περιφράσεις πλοῦτον ὀνομάτων ἐπιδεικνυμένη κενόν, ὑπεριδοῦσά τε τῶν κυρίων καὶ ἐν τῇ κοινῇ χρήσει κειμένων τὰ πεποιημένα ζητεῖ καὶ ξένα καὶ ἀρχαιοπρεπῆ. μάλιστα δὲ χειμάζεται περὶ τὴν τροπικὴν φράσιν, πολλὴ μὲν ἐν τοῖς ἐπιθέτοις, ἄκαιρος δʼ ἐν ταῖς μετωνυμίαις, σκληρὰ δὲ καὶ οὐ σῴζουσα τὴν ἀναλογίαν ἐν ταῖς [*](1 scholion ὁ ῥύπος ἤτοι ὁ ἐπικείμενος χνοῦς ὡς (καὶ P) ἐπὶ μήλων (μύλων B μέλων P) καὶ ἀπίων (ἀπιʼ BP) καὶ δα- μασκηνῶν (δαμασκινῶν BP) in mg rubro MBP) [*](1 πῖνος libri | καὶ ὁ χνοῦς (σχνοῦς BP) om ∠ 3 ἱλαρὸν ∠ | τεθηλὰ B 4 ηρεὐωδεστάτων B λειμύων B 5 εἰσφέρεται ∠) [*](7 καλλιεπεῖν M ci Sylburgius: κάλλιον εἰπεῖν BP, M mg κάλλιστον εἰπεῖν ∠ 9 τῆς ἑτέρας om ∠ del Sadaeus 10 παχυτέρα τῆς B | μελαίνει] μέλει B 11 τε γάρ τὸ ∠v 12 συστρέψαι δὲ ∠ 13 ἐκχεῖται εἰς ∠ χεῖται δʼ εἰς MBP 14 κενὸν om ∠ 15 δὲ ∠ | κυρίων ὀνομάτων ∠ 17 χειμάζ ται περ[ὶ] cum ras M | μὲν γὰρ ∠v 18 δὲ M∠ (codd PB) om P | μεσωνυμίας μἐ σῶν νυμίαις B ἐπωνυμίαις ∠ deinde ἄκαι- ρος δʼ — μεσωνυμίαις repetit P 19 ante σκληρὰ lac V litt B, XXII litt P | σκληρᾶς B σκληρὰς P | post σκληρὰ lac VI litt M, III litt B, XXVII litt P)
138
μεταφοραῖς. ἀλληγορίας τε περιβάλλεται πολλὰς καὶ μακράς, οὔτε μέτρον ἐχούσας οὔτε καιρόν. σχήμασί τε ποιητικοῖς ἐσχάτην προσβάλλουσιν ἀηδίαν καὶ μάλιστα τοῖς Γοργιείοις ἀκαίρως καὶ μειρακιωδῶς ἐναβρύνεται. καὶ πολὺς ὁ τελέτης ἐν τοῖς τοιούτοις παῤ αὐτῷ, ὡς καὶ Δημήτριος ὁ Φαληρεὺς εἴρηκέ που καὶ ἄλλοι συχνοὶ πρότερον. οὐ γὰρ ἐμὸς ὁ μῦθος.

6 μηδεὶς δέ με τὰ τοιαῦτα ὑπολάβῃ λέγειν ἁπάσης καταγινώσκοντα τῆς ἐξηλλαγμένης καὶ ἐγκατασκεύου λέξεως, ᾗ κέχρηται Πλάτων· μὴ γὰρ δὴ οὕτω σκαιὸς μηδʼ ἀναίσθητος ἐγὼ γενοίμην, ὥστε ταύτην τὴν δόξαν ὑπὲρ ἀνδρὸς τηλικούτου λαβεῖν, ἐπεὶ πολλὰ περὶ πολλῶν οἶδα μεγάλα καὶ θαυμαστὰ καὶ ἀπὸ τῆς ἄκρας δυνάμεως ἐξενηνεγμένα ὑπʼ αὐτοῦ· ἀλλʼ ἐκεῖνο ἐνδείξασθαι βουλόμενον ὅτι τὰ τοιαῦτα ἁμαρτήματα ἐν ταῖς κατασκευαῖς εἴωθεν ἁμαρτάνειν καὶ χείρων μὲν αὐτὸς αὑτοῦ γίνεται, ὅταν τὸ μέγα διώκῃ καὶ περιττὸν ἐν τῇ φράσει, μακρῷ δέ τινι ἀμείνων, ὅταν τὴν ἰσχνὴν καὶ ἀκριβῆ καὶ δοκοῦσαν μὲν ἀποίητον εἶναι κατεσκευασμένην δʼ ἀμωμήτῳ καὶ ἀφελεῖ κατασκευῇ διάλεκτον εἰσφέρῃ. ἢ γὰρ οὐδὲν ἁμαρτάνει καθάπαξ ἢ [*](1 lac XV litt M, VI litt B. VII litt P, μεταφοραῖς suppleui: μεταφοραῖς γίγνεται ∠v | ἀλληγορί[ας] cum ras M | post πολλὰς lac XIX fere litt M, XIII litt B, item lac in P 2 οὕτε με- τρον M, sed ita ut οὔτε με postea additum sit: τρον BP | σχή- μαυρ sic B 3 ἐσχάτης P 4 Γοργιείοις Reiskius: γοργίοις MBP γοργείοις ∠ 5 πολὺς ὁ τελέτης Usener: πολυτέλειά τις MBP πολὺς ὁ τελετὴς ∠ | ἐστιν ἐν τοῖς ∠v 7 πρότερον om ∠ 9 ἐξηλλασμένης P ἐξηλασμένης B 10 ᾗ add ∠ | κέχρι- ται P | Πλάτων τῆς τοιαύτης φράσεως ∠ | δὴ Cobet: ἂν MBP om ∠ 12 καὶ περὶ ∠v 14 ἐξενηνεγμένος P ἐξενηνεσμένος B) [*](15 βουλόμενον ∠(M), Reiskius: βουλόμενος τά suppeditat ∠) [*](16 μὲν om ∠ 17 αὐτοῦ P | διώκει P 18 ἰσχὴν B 19 καὶ ante δοκ- om ∠ 20 δὲ P∠ | ἀμωμήτως MBP 21 εἰσφέ- ρει P | καθάπαξ ἢ βραχύ τι κομιδῆ MBP: ἢ κομιδῆ βραχύ τι ∠ )

139
βραχύ τι κομιδῇ καὶ οὐκ ἄξιον κατηγορίας. ἐγὼ δὲ ἠξίουν τηλικοῦτον ἄνδρα πεφυλάχθαι πᾶσαν ἐπιτίμησιν. ταὐτὰ μέντοι καὶ οἱ κατʼ αὐτὸν ἐκεῖνον γενόμενοι ὡς ἁμαρτάνοντι τῷ ἀνδρὶ ἐπιτιμῶσιν, ὧν τὰ ὀνόματα οὐθὲν δέομαι λέγειν, καὶ αὐτὸς ἑαυτῷ· τοῦτο γὰρ δὴ τὸ λαμπρότατον. ᾔσθετο γάρ, ὡς ἔοικεν, τῆς ἰδίας ἀπειροκαλίας καὶ ὄνομα ἔθετο αὐτῇ τὸ διθύραμβον, ὃ νῦν ἂν ἠδέσθην ἐγὼ λέγειν ἀληθὲς ὄν. τοῦτο δὲ παθεῖν ἔοικεν, ὡς μὲν ἐγὼ νομίζω, τραφεὶς μὲν ἐν τοῖς Σωκρατικοῖς διαλόγοις ἰσχνοτάτοις οὖσι καὶ ἀκριβεστάτοις, οὐ μείνας δʼ ἐν αὐτοῖς ἀλλὰ τῆς Γοργίοιυ καὶ Θουκυδίδου κατασκευῆς ἐρασθείς. ὥστʼ οὐθὲν ἔξω τοῦ εἰκότος ἔμελλε πείσεσθαι σπάσας τινὰ καὶ τῶν ἁμαρτημάτων ἅμα τοῖς ἀγαθοῖς, ὧν ἔχουσιν οἱ τῶν ἀνδρῶν ἐκείνων χαρακτῆρες.|

7 παράδειγμα δὲ ποιοῦμαι τῆς γε ὑψηλῆς λέξεως ἐξ ἑνὸς βυβλίου τῶν πάνυ περιβοήτων, ἐν ᾧ τοὺς ἐρωτικούς διατίθεται λόγους ὁ Σωκράτης πρὸς ἕνα τῶν γνωρίμων Φαῖδρον, ἀφʼ οὗ τὴν ἐπιγραφὴν εἴληφε τὸ βυβλίον. ἐν γὰρ δὴ τῷ συγγράμματι τούτῳ πολλὴν μὲν ὥραν ἔχει καὶ χαρίτων ἐστὶ μεστὰ τὰ πρῶτα ταυτί· [*](2 ἐπιτίμεσιν B 3 ταὐτὰ Usener: ταῦτα | μέντοι καὶ οἱ κατʼ αὐτὸν ἐκεῖνον MBP: γὰρ οἵ τε κατʼ αὐτὸν ∠ | γενόμενος P | ὡς ἁμαρτάνοντι τῷ ἀνδρὶ MBP: πάντες ∠ 5 οὐδὲν ∠ ἀ οὐθὲν P | δεῖ με ∠ | καὶ αὐτῷ P, B sed is in mg rubro αὐτὸς ἑαυτῶ | δὴ om ∠ 6 γὰρ ὡς ἔοικεν — ἔθετο om B | ὡς ἔοικεν om ∠) [*](7 ἔθετʼ ∠ | τὸ ∠: τὸν MBPv 9 μὲν om ∠ 10 ἰσχνο- τούτους B lac IV litt M, nulla in BP 11 μείνους B δ om BP | Γοργίου] γίου postea add M 14 -τημάτων ἅμα in M postea additum est | ἁμαρ P | ἕχουσι BP 15 ἐκείνων χα- ρακτῆρες in M postea additum 16 παραδείγματα ∠ | ποιήσο- μαι ∠ | τῆς ἰσχνῆς καὶ τῆς ὑψ- ∠ | ὑψιλῆς P 17 βιβλίον M) [*](18 διατέθειται ∠ 21 μεστὰ] μετὰ BP)

140
‘Ὦ φίλε Φαῖδρε, ποῖ δὴ καὶ πόθεν; Παρὰ Λυσίου, ὦ Σώκρατες, τοῦ Κεφάλου. πορεύομαι δὴ πρὸς περίπατον ἔξω τείχους. συχνὸν γὰρ ἐκεῖ διέτριψα χρόνον καθήμενος ἐξ ἑωθινοῦ’ μέχρι τῆς ἀναγνώσεως τοῦ Λυσιακοῦ λόγου καὶ μετὰ τὴν ἀνάγνωσιν ἕως τινός. εἶθʼ, ὥσπερ ἐξ ἀέρος εὐδίου καὶ σταθεροῦ πολὺς ἄνεμος καταρραγείς, ταράττει τὸ καθαρὸν τῆς φράσεως ἐς ποιητικὴν ἐκφέρων ἀπειροκαλίαν, ἐνθένδʼ ἀρξάμενος· ‘Ἄγετε δή, Μοῦσαι, εἴτε διʼ ᾠδῆς εἶδος λίγειαι εἴτε διὰ γένος τὸ Λιγύων μουσικὸν ταύτην ἔσχετε τὴν ἐπωνυμίαν, | ξύμ μοι λάβεσθε τοῦ μύθου.ʼ ὅτι δὲ ψόφοι ταῦτʼ εἰσὶ καὶ διθύραμβοι, κόμπον ὀνομάτων πολὺν νοῦν δὲ ὀλίγον ἔχοντες, αὐτὸς ἐρεῖ. διεξιὼν γάρ, ἀφʼ ἧς αἰτίας ἕρως ἐτέθη τῷ πάθει τοὔνομα, καὶ τῇδε χρησάμενος· ‘Ἡ γὰρ ἄνευ λόγου δόξης ἐπὶ τἀγαθὸν ὁρμώσης κρατήσασα ἐπιθυμία, πρὸς ἡδονὴν ἄγουσα κάλλους καὶ τῶν ἑαυτῆς συγγενῶν ἐπιθυμιῶν, ἐπὶ σωμάτων κάλλος ἐρρωμένως ῥωσθεῖσα νικήσασα ἀγωγὴ ἀπʼ αὐτῆς τῆς ῥώμης ἐπωνυμίαν λαβοῦσα ἔρως ἐκλήθηʼ καὶ τοσαύτην ἐκμηκύνας περίφρασιν ὀλίγοις τοῖς ὀνόμασι δυναμένου περιληφθῆναι [*](1 Plato Phaedri 227a 8 Plato Phaedri 237a 14 Plato Phaedri 238b) [*](1 ὦ φίλε — Λυσίου rubro in mg add P | λυίου B 2 δὴ MBP: δὲ vΠ (Plato) 4 λυιακοῦ B tota haec μέχρι — ἕως τινὸς Sylburgius secluserat 5 λόγους B 6 πολὺς — καθαρὸν om B 7 ποιητικὸν ποιητικὴν P 9 λίγειε BP 10 μουσικὸν τὸ Λιγύων Π μουσικὸν — ξύμμοι om B | ἔσχε P | τὴν om Π) [*](11 λαβέσθαι P 15 τἀγαθὸν] τὸ ὀρθὸν Π, quare Dionysius fort τοὐρθὸν legit | ὁρμώσ[η]ς cum ras M | κρατήσασθα B 16 ἀχθεῖσα Π | τῶν ἑαυτῆς MP: τῆς B ὑπὸ αὖ τῶν ἑαυτῆς vΠ) [*](17 ἐπιθυμίαν Pv | ἐπὶ σωμάτων κάλλος om Pv | λαβοῦσα ἐρρωμένως P?v | ἐρρωμένως] ἐρωμένων M 18 ῥωσθεῖσαν BP ἀγωγῆ Π | γνώμης P | ἐπωνυμίαν Πv: ἐπιθυμίαν MBP 19 ἐλεκλήθη P)
141
πράγματος ἐπιλαμβάνεται τῆς ἀκαιρίας τῆς αὐτὸς αὐτοῦ καί φησι· ‘Σιγῇ τοίνυν μου ἄκουε. τῷ ὄντι γὰρ θεῖος εἶναι ἔοικεν ὁ τόπος. ὥστʼ ἐὰν ἄρα πολλάκις νυμφόληπτος γένωμαι προἰόντος τοῦ λόγου, | μὴ θαυμάσῃς. τὰ νῦν γὰρ οὐκέ τι πόρρω διθυράμβων τινῶν φθέγγομαι.ʼ τάδʼ οὐχ ὑ πʼ ἄλλων, ἀλλὰ τοῖς αὑτῶν λόγοις ἁλισκόμεσθα κατὰ τὴν τραγῳδί αν, δαιμονιώτατε Πλάτων, διθυράμβων ψόφους καὶ λήρους ἠγαπηκότες. ἃ δʼ ἐν τῇ παλινῳδίᾳ τὸν ἔρωτα ἀφοσιούμενος αὖθις ὁ Σωκράτης εἴρηκεν ἐνθένδε ἀρξάμενος· ‘Ὁ μὲν δὴ μέγας ἡγεμὼν ἐν οὐρανῷ Ζεὺς ἐλαύνων πτηνὸν ἅρμα, πρῶτος πορεύεται διακοσμῶν πάντα καὶ ἐπιμελούμενος. τῷ δʼ ἕπεται στρατιὰ θεῶν καὶ δαιμόνων κατὰ ἕνδεκα μέρη κεκοσμημένη. μένει γὰρ Ἑστία ἐν θεῶν οἴκῳ μόνη. τῶν δʼ ἄλλων, ὅσοι ἐν τῷ τῶν δώδεκα θεῶν ἀριθμῷ τεταγμένοι θεοὶ ἄρχοντες ἡγοῦνται κατὰ τάξιν, ἣν ἕκαστος ἐτάχθη, πολλαὶ μὲν οὖν καὶ μακάριαι θέαι τε καὶ ἔξοδοι ἐντὸς οὐρανοῦ, ἃς θεῶν γένος εὐδαιμόνων ἐπιστρέφεται, πράττων ἕκαστος διʼ αὑτοῦ τὰ αὐτῶν. ἕπεται δʼ | αἰεὶ ὁ θέλων τε καὶ [*](2 Plato Phaedri 238d 6 Aeschyli fr 135 N 11 Plato Phaedri 246e—247a) [*](1 τῆς αὐτὸς αὐτοῦ sanum est 2 αὑτοῦ M | φησι γῇ τοῖν νῦν B 3 θεῖος MΠ: θεῖοά B θειοα P | εἶναι add in mg rubro B | ἔοικεν om P ἔοικεν ὁ τόπος εἶναι Π | ὥστʼ ἐὰν] ὥστε ἄν MBPv 4 προιόντος τοῦ λόγου γένωμαι Π 5 lac VIII litt M, XIV litt Β, XXIII litt P: suppleuit Sylburgius 6 τινῶν om Π habet Dion. de Lys p 458 | lac IX litt M, XIV litt B, XIII litt P: suppleuit Porson | ἀλλὰ om BP 7 αὑτῶν M: αὐ- τῶν BP | ἁλισκομεθα MPv ἁλιισκόμεθα B lac V uel VI litt M, XII litt B. VIII litt P: suppleuit Porson 9 ἠγαποικότες P 12 ἅρμα] πρ|μα B πρῶτον πορεύονται P 15 [μ]όνη cum ras M | τῶν ἄλλων P 18 θεαί MBP | διέξοδοι Π | ἐνδὸς BP 19 διʼ αὐτοῦ MBP ἕκαστος αὐτῶν τὰ αὑτοῦ Π )
142
δυνάμενος· φθόνος γὰρ ἔξω θείου χοροῦ ἵσταται.ʼ ταῦτα καὶ τὰ ὅμοια τούτοις, ἃ πολλά ἐστιν, εἰ λάβοι μέλη καὶ ῥυθμοὺς ὥσπερ οἱ διθύραμβοι καὶ τὰ ὑπορχήματα, τοῖς Πινδάρου ποιήμασιν ἐοικέναι δόξειεν ἂν τοῖς εἰς τὸν ἥλιον εἰρημένοις, ὥς γʼ ἐμοὶ φαίνεται· ‘Ἀκτὶς ἀελίου, τί πολύσκοπʼ ἐμήσω θοῶν μ|ᾶτερ ὀμμάτων; ἄστρον ὑπέρτατον, ἐν ἁμέρᾳ κλεπτόμενον ἔθηκας ἀμάχανον ἰσχὺν πτανὸν ἀνδράσι καὶ σοφίας ὁδόν, ἐπίσκοτον ἀτραπὸν ἐσσυμένα. ἐλαύνεις τι νεώτερον ἢ πάρος; ἀλλά σε πρὸς Διὸς ἱπποσόα θοάς, ἱκετεύω, ἀπήμονα ἐς οἶμον τινὰ τράποιο Θήβαις, ὦ πότνια, πάγκοινον τέρας. πολέμου δʼ εἰ σᾶμα φέρεις τινὸς ἢ καρποῦ φθίσιν ἢ νιφετοῦ σθένος ὑπέρφατον ἢ στάσιν οὐλομέναν ἢ πόντου κενεῶσιν ἀμ πέδον ἢ παγετὸν χθονὸς ἢ νότιον θέρος ὕδατι ζακότῳ διερὸν ἢ γαῖαν κατακλύσαισα θήσεις ἀνδρῶν νέον ἐξ ἀρχᾶς γένος, ὀλοφὺ| ρομαι οὐ δὲν ὅ,τι πάντων μέτα πείσομαι᾿. κἀνταῦθα οὐ κ ἄκαιρος ἡ ἀλ ληγορία, ὡς παρὰ Πλάτωνι.

[*](6 Pindari fr 107 Bergkii)[*](6 ἐμήσω Bamberger et Emper: ἐμῆς | θοῶν Bergkius: θεῶ | μᾶτερ Boissonadius: μʼ ἅτερ M μ ἁτερ B μʼ ἄτερ P 8 ἀγμάχανον B | ἰσχὲν B ἀνδράσιν M 9 ἐπίσκοπον corr in ἐπίσκοτον M ἐπίσκοπτον B ἐπισκόπτεν P ἀτραπὸν ἐσσυμένα Schneider: ἄτροπον ἑσσαμένα | ἐλαύνει B -νειν P 10 ἵππος θαθοὰς MBP: corr Blass 11 οἶμον Hermannus: ὄλβον | τρά- ποιο Sylburgius: τρόποιο 12 πάςκοινον B | δʼ εἰ σᾶμα Her- mannus: δὶς ἅμα 13 ὑπέρ[φ]ατον cum ras M 14 οὐλομένην corr in οὐλομέναν B οὐλομένην MP | κεῶσιν B | ἀμ Hermannus: ἀλλὰ 15 διερὸν Sylburgius: ἱερὸν 16 κατακλύσασα M κατασκλύσασα B κατακλύσασα P: corr Boeckh | θήσεις Barnes: θήσει νέων B ἀρχᾶς Boeckh: ἀρχῆς 17 ὀλοφυ BP ὀλοφ M lac IX litt M, XVII litt B. XXV litt P: suppleuit Hermannus δὲν ὅτι M, om BP μεταπείσομαι MBP: corr Hermannus 18 lac VIII litt M, XI litt B ca XXVIP: suppleui | ληγορία om BP )
143

8 ἀλλὰ γάρ, ἵνα μὴ πέρα τοῦ δέοντος ὁ λόγος μοι προβῇ, Πλάτωνα μὲν ἐάσω, πορεύσομαι δʼ ἐπὶ τὸν Δημοσθένην, οὗ δὴ χάριν τούς τε χαρακτῆρας τῆς λέξεως, οὓς ἡγούμην εἶναι κρατίστους, καὶ τοὺς δυναστεύσαντας ἐν αὐτοῖς κατηριθμησάμην, οὐχ ἅπαντας· Ἀντιφῶν γὰρ δὴ καὶ Θεόδωρος καὶ Πολυκράτης Ἰσαῖός τε καὶ Ζωίλος καὶ Ἀναξιμένης καὶ οἱ κατὰ τοὺς αὐτοὺς γενόμενοι τούτοις χρόνους οὐθὲν οὔτε καινὸν οὔτε περιττὸν ἐπετήδευσαν, ἀλλὰ ἀπὸ τούτων τῶν χαρακτήρων καὶ παρὰ τούτους τοὺς κανόνας τὰς ἑαυτῶν λέξεις κατεσκεύασαν. τοιαύτην δὴ καταλαβὼν τὴν πολιτικὴν λέξιν ὁ Δημοσθένης οὕτω κεκινημένην ποικίλως, καὶ τηλικούτοις ἐπεισελθὼν ἀνδράσιν ἑνὸς μὲν οὐθενὸς ἠξίωσε γενέσθαι ζηλω|τὴς οὔτε χαρακτῆρος οὔτε ἀνδρός, ἡμιέργους τινὰς ἅπαντας οἰόμενος εἶναι καὶ ἀτελεῖς, ἐξ ἁπάντων δʼ αὐτῶν ὅσα κράτιστα καὶ χρησιμώτατα ἦν, ἐκλεγόμενος συνύφαινε καὶ μίαν ἐκ πολλῶν διάλεκτον ἀπετέλει, μεγαλοπρεπῆ λιτήν, περιττὴν ἀπέριττον, ἐξηλλαγμένην συνήθη, πανηγυρικὴν ἀληθινήν, αὐστηρὰν ἱλαράν, σύντονον ἀνειμένην, ἡδεῖαν πικράν, ἠθικὴν παθητικήν, οὐδὲν διαλλάττουσαν τοῦ μεμυθευμένου [*](16—18 cf anonymus W VII 1049, 8 21 sq memorat schol Demosth 604, 21 Dind καὶ Διονύσιος αὐτὸν Πρωτέα ἐκάλεσεν, ὅτι εἰς πολλὰ καὶ τὰ ἐναντία μορφοῖ τὸν λόγον, νῦν) [*](1 μὴ] μὲ B | lac XIV litt M, XII B, XX P: suppleuit Sadaeus post Krügerum 2 δὲ M 3 περὶ δημοσθένους mg B) [*](4 δυναστεύσαν P 5 κατηριθμησάμ M 6 καὶ πολυκρι καὶ πολυκράτους addito η super ους P 10 τούτους τοὺς] τοὺς B corr B1 | ἑαυτὸν MBP ἑαυτῶν mg B 11 καλαβὼν P 12 οὕτω κ π corrupta aut spuria 13 μὲν om Pv 14 οὔτʼ P 15 ἡμιούργους BP 19 συνήθη—ἱλαράν om B 20 ἱ[λ]ταράν cum ras M 21 διαλάττουσαν B)

144
παρὰ τοῖς ἀρχαίοις ποιηταῖς Πρωτέως, ὃς ἅπασαν ἰδέαν μορφῆς ἀμογητὶ μετελάμβανεν, εἴτε θεὸς ἢ δαίμων τις ἐκεῖνος ἄρα ἦν παρακρουόμενος ὄψεις τὰς ἀνθρωπίνας εἴτε διαλέκτου ποικίλον τι χρῆμα ἐν ἀνδρὶ σοφῷ, πάσης ἀπατηλὸν ἀκοῆς, ὃ μᾶλλον ἄν τις εἰκάσειεν, ἐπειδὴ ταπεινὰς καὶ ἀσχήμονας ὄψεις οὔτε θεοῖς οὔτε δαίμοσι προσάπτειν ὅσιον. ἐγὼ μὲν δὴ τοιαύτην τινὰ δόξαν ὑπὲρ τῆς Δημοσθένους λέξεως ἔχω καὶ τὸν χαρακτῆρα τοῦτον ἀποδίδωμι αὐτῷ τὸν ἐξ ἁπάσης μικτὸν ἰδέας.