De Demosthenis dictione

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei quae exstant, Volume 5.1: Opuscula, Volume 1. Usener, Hermann; Radermacher, Ludwig; editors. Leipzig: Teubner, 1899.

--- δικανικοῖς μὲν οὖν οὐ περιέτυχον αὐτοῦ λόγοις, δημηγορικοῖς δὲ ὀλίγοις καί τισι καὶ τέχναις, τοῖς δὲ πλείοσιν ἐπιδεικτικοῖς. τῆς δὲ ἰδέας αὐτοῦ τῶν λόγων τοιοῦτος ὁ χαρακτήρ, ἐγκωμιάζει δὲ τοὺς ἐν πολέμοις ἀριστεύσαντας Ἀθηναίων· γὰρ ἀπῆν τοῖς ἀνδράσι τούτοις, ὧν δεῖ ἀνδράσι προσεῖναι; τί δὲ προσῆν, ὧν δεῖ ἀπεῖναι; εἰπεῖν δυναίμην, ἃ βούλομαι, βουλοίμην δέ, ἃ δεῖ, λαθὼν μὲν τὴν θείαν νέμεσιν, φυγὼν δὲ τὸν ἀνθρώπινον φθόνον. οὗτοι γὰρ ἐκέκτηντο ἔνθεον μὲν τὴν ἀρετήν, ἀνθρώπινον δὲ τὸ θνητόν, πολλὰ μὲν δὴ τὸ παρὸν ἐπιεικὲς τοῦ αὐθάδους δικαίου προκρίνοντες, πολλὰ δὲ νόμου ἀκριβείας λόγων ὀρθότητα, τοῦτον νομίζοντες θειότατον καὶ κοινότατον νόμων τὸ δέον ἐν τῷ δέοντι καὶ λέγειν καὶ σιγᾶν καὶ ποιεῖν, καὶ δισσὰ ἀσκήσαντες μάλιστα ὧν δεῖ, γνώμην καὶ ῥώμην, τὴν μὲν βουλεύοντες τὴν δʼ ἀποτελοῦντες, [*](1 totius libelli argumentum breuissime comprehendit ano- nymus W VII 1049 cf VII 93, 6 et 880, 9) [*](1 τοῦ Ἁλικαρνασσέως v 2 λεκτικῆς ∠. δεινότητος v 4 Syrianus εἰς τὸ περὶ ἰδεῶν Ἑρμογένους β΄ ὑπόμνημα p 90, 12 R: Διονύσιος ὁ πρεσβύτερος ἐν τῷ δευτέρῳ περὶ χαρακτήρων περὶ Γοργίου λέγων τάδε φησί· ‘δικανικοῖς μὲν οὖν’ κτλ cf W V 548 8—551, 4 7 τοιούτου Syriani S 9 δὲ S] δαὶ Syriani V προσῆν διαπεῖναι S 11 λαθεῖν omisso μὲν S 12 ἀνθρω- πίνων S 13 uncinis saepta hic et infra om Sy, exhibet W) [*](16 νόμων ex νόμον V 18 καὶ ῥώμην add Fossius)

128
θεράποντες μὲν τῶν ἀδίκως δυστυχούντων, κολασταὶ δὲ τῶν ἀδίκως εὐτυχούντων, αὐθάδεις πρὸς τὸ συμφέρον, εὐόργητοι πρὸς τὸ πρέπον, τῷ φρονίμῳ τῆς γνώμης παύοντες τὸ ἄφρον, ὑβρισταὶ εἰς τοὺς ὑβρίζοντας, κόσμιοι εἰς τοὺς κοσμίους, ἄφοβοι εἰς τοὺς ἀφόβους, δεινοὶ ἐν τοῖς δεινοῖς. μαρτύρια δὲ τούτων τρόπαια ἐστήσαντο τῶν πολεμίων Διὸς μὲν ἀγάλματα τούτων δὲ ἀναθήματα, οὐκ ἄπειροι οὔτε ἐμφύτου Ἄρεως οὔτε νομίμων ἐρώτων οὔτε ἐνοπλίου ἔριδος οὔτε φιλοκάλου εἰρήνης, σεμνοὶ μὲν πρὸς τοὺς θεοὺς τῷ δικαίῳ, ὅσιοι δὲ πρὸς τοὺς τοκέας τῇ θεραπείᾳ, δίκαιοι δὲ πρὸς τοὺς ἀστοὺς τῷ ἴσῳ, εὐσεβεῖς δὲ πρὸς τοὺς φίλους τῇ πίστει. τοιγαροῦν αὐτῶν ἀποθανόντων ὁ πόθος οὐ συναπέθανεν, ἀλλʼ ἀθάνατος ἐν οὐκ ἀθανάτοις σώμασι ζῇ οὐ ζώντων.ʼ --- --- ‘ἐστασίαζέ τε οὖν τὰ τῶν πόλε ων, καὶ τὰ ἀφυστερίζοντά που πύστει τῶν προγενομένων πολὺ ἐπέφερε τὴν ὑπερβολὴν ἐς τὸ καινοῦσθαι τὰς διανοίας τῶν τʼ ἐπιχειρήσεων περιτεχνήσει καὶ τῇ τῶν τιμωριῶν ἀτοπίᾳ. καὶ τὴν εἰωθυῖαν ἀξίωσιν τῶν ὀνομάτων ἐς τὰ ἔργα [*]( Thucydides III 82, 3 sqq) [*](4 τὸν ἀφρόν S 5 κόσμηοι V 7 δὲ post τρόπαια add V) [*](9 νομίμων S: νόμων V 10 φιλοκάλου ex φιλοκαλίου S 12 δὲ om S | ἀστοὺς S: αὐτοὺς V 14 οὐ om V | ἀλλὰ θάνα- τος V ἀλλὰ ἀθ. S 15 οὐκ ἐν V 17 hinc incipiunt MBP | Θουκυδίδου ἔκφρασις τῆς στάσεος τῶν Κερκυραίων superscribit P | supplementa Sylburgius dedit καὶ τὰ ἀφυστερίζοντα in- cipit P | 18 πύστα B πείστει P πύστει Θ (i e Thucydides) sed ἐπὶ πύστει ∠ (Dionysius) p 886 (i e ἐπιπύστει) τῶν προγεγρ τῶν προγενομένων P τῶν προγεγενημένων ∠ ibidem 19 τοῦ και- νοῦσθαι Θ∠ p 886 20 ἐπιτεχνήσει ∠ p 887 | τῇ om B? ∠ p 886, 887 seclusit Sylburgius 21 τῶν ὀνομάτων ἀξίωσιν ∠ p 887 )
129
ἀν τήλλαξαν τῇ δικαιώσει. τόλμα μὲν γὰρ ἀλόγιστος ἀνδρία φιλέταιρος ἐνομίσθη, μέλλησις δὲ προμηθὴς δειλία εὐπρεπής, τὸ δὲ σῶφρον τοῦ ἀνάνδρου πρόσχημα. καὶ τὸ πρὸς ἅπαν ξυνετὸν ἐπίπαν ἀργόν, τὸ δʼ ἐμπλήκτως ὀξὺ ἀνδρὸς μοίρᾳ προσετέθη, ἀσφάλεια δὲ τὸ ἐπιβουλεύσασθαι, ἀποτροπῆς πρόφασις εὔλογος. καὶ ὁ μὲν χαλεπαίνων πιστὸς ἀεί, ὁ δὲ ἀντιλέγων αὐτῷ ὕποπτος. ἐπιβουλεύσας δέ τις τυχών τε ξυνετὸς καὶ ὑπονοήσας ἔτι δεινότερος. προβουλεύσας δέ, ὅπως μηδὲν αὐτῷ δεήσει, τῆς τε ἑταιρίας διαλυτὴς καὶ τοὺς ἐναντίους ἐκπεπληγμένος. ἁπλῶς δὲ ὁ φθάσας τὸν μέλλοντα κακόν τι δρᾶν ἐπηνεῖτο καὶ ὁ ἐπικελεύσας τὸν μὴ διανοούμενον. καὶ μὴν καὶ τὸ ξυγγενὲς τοῦ ἑταιρικοῦ ἀλλοτριώτερον ἐγένετο, διὰ τὸ ἑτοιμότερον εἶναι ἀπροφα σίστως τολμᾶν. οὐ γὰρ μετὰ τῶν κειμένων νόμων ὠφελείας αἱ τοιαῦται ξύνοδοι, ἀλλὰ παρὰ τοὺς καθεστῶτας πλεονεξίᾳ. καὶ τὰς ἐς σφᾶς αὐτοὺς πίστεις οὐ τῷ θείῳ καὶ νομίμῳ μᾶλλον ἐκρατύνοντο ἢ τῷ κοινῇ τι παρανομῆσαι· τά τε ἀπὸ τῶν ἐναντίων καλῶς λεγόμενα ἐνεδέχοντο ἔργων φυλακῇ, εἰ προὔχοιενι, καὶ οὐ γενναιότητι. ἀντιτιμωρήσασθαί τέ τινα περὶ πλείονος ἦν ἢ αὐτὸν μὴ προπαθεῖν. καὶ ὅρκοι εἴ που ἄρα γένοιντο ξυναλλαγῆς, ἐν τῷ αὐτίκα πρὸς τὸ ἄπορον ἑκατέρῳ διδόμενοι ἴσχυον οὐκ ἐχόντων ἄλλοθεν δύναμιν.ʼ [*](1 ἀντίλλαξαν P 2 φιλαίταιρος corr in φιλέταιρος P | ἐννο- μίσθη P 3 πρόσχημα τοῦ ἀνάνδρου ∠ p 808 4 τὸ εἰς ἅπαν ξυνε- τὸν ibidem ∠ 5 ἀσφαλείας Θ libri partim 9 δεικονότερος P 10 αὐτῶν Θ | τε om ∠ p 889 | διαλύτης P 11 ἐκπεπληγμένους B) [*](13 ξυνεγγενὲς P corr in ξυγγενὲς 15 ἀπροφασείστως P 16 ὠφελίας Θ 17 εἰς MP 18 τῷ θείω νόμῳ Θ | ἐκρατίνοντο P) [*](20 εἰ προὔχοιεν M: εἰπα οὕχοιεν B εἰ πως οὕχοιεν P 21 ἀντιμωρήσασθαί P 22 ἧν] ἧ P ἢ om PB 24 uerba ἑκατέρῳ—ἄλλοθεν om P | ἀλλοθεν B)
130
ἡ μὲν οὖν ἐξηλλαγμένη καὶ περιττὴ καὶ ἐγκατάσκευος καὶ τοῖς ἐπιθέτοις κόσμοις ἅπασι συμπεπληρωμένη λέξις, ἧς ὅρος καὶ κανὼν ὁ Θουκυδίδης, ὃν οὐθεὶς οὔθʼ ὑπερεβάλετο τῶν ἐπιγινομένων οὔτε εἰς ἄκρον ἐμιμήσατο, τοιαύτη τις ἦν. |

2 ἡ δὲ ἑτέρα λέξις ἡ λιτὴ καὶ ἀφελὴς καὶ δοκοῦσα κατασκευήν τε καὶ ἰσχὺν τὴν πρὸς ἰδιώτην ἔχειν λόγον καὶ ὁμοιότητα πολλοὺς μὲν ἔσχε καὶ ἀγαθοὺς ἄνδρας προστάτας συγγραφεῖς τε καὶ φιλοσόφους καὶ ῥήτορας. καὶ γὰρ οἱ τὰς γενεαλογίας ἐξενέγκαντες καὶ οἱ τὰς τοπικὰς ἱστορίας πραγματευσάμενοι καὶ οἱ τὰ φυσικὰ φιλοσοφήσαντες καὶ οἱ τῶν ἠθικῶν διαλόγων ποιηταί, ὧν ἦν τὸ Σωκρατικὸν διδασκαλεῖον πᾶν ἔξω Πλάτωνος, καὶ οἱ τοὺς δημηγορικοὺς ἢ δικανικοὺς συνταττόμενοι λόγους ὀλίγου δεῖν πάντες ταύτης ἐγένοντο τῆς προαιρέσεως. ἐτελείωσε δʼ αὐτὴν καὶ εἰς ἄκρον ἤγαγε τῆς ἰδίας ἀρετῆς Λυσίας ὁ Κεφάλου, κατὰ τοὺς αὐτοὺς χρόνους ἰοργίᾳ τε καὶ Θουκυδίδῃ γενόμενος. τίς δὲ ἦν ἡ προαίρεσις αὐτοῦ καὶ τίς ἡ δύναμις, ἐν τῇ πρὸ ταύτης δεδήλωται γραφῇ καὶ οὐδὲν δεῖ νῦν πάλιν ὑπὲρ τῶν αὐτῶν λέγειν. ἀρκέσει δὲ τοσοῦτο μόνον εἰπεῖν, ὅτι τὴν διαπασῶν ἁρμονίαν οὗτοι πρὸς ἀλλήλους οἱ ἄνδρες ἡρμόσαντο, τὰς ἀκρότητας ἀμφοτέρας τῆς λέξεως, αἳ πλεῖστον ἀλλήλων ἀπέχουσι, δαιμονίᾳ σπουδῇ προελόμενοί τε καὶ τελειώσαντες. καὶ [*](2 ηεγκατάσκευος B ει ἐγκατάσκευος P | ἅπας B 4 οὔτʼ B (?) 5 εἰς ἄκρον Kiessling add | ἐτιμήσατο BP 6 ἡ δʼ ἕτερα P ἡ δʼ ἑτέρα B ἡ δευτέρα Sylburgius 7 iunge ἰδιώτην λόγον 9 προστάτας in ras M πρὸς τὰς B | συγγραφεῖς τε in ras M 12 οἱ] ἣ in mg rubro οἱ B 13 διδασλεῖον P) [*](14 ἢ δικανοὺς ἢ δικανικοὺς P 16 fort προαιρέσεως ζηλωταί 17 Λυσίας] λύρας P λήρας in mg rubro λυρ B) [*](23 οἱ ἡρμόσαντο P)

131
ὅνπερ ἡ νήτη πρὸς ὑπάτην ἐν μουσικῇ λόγον ἔχει, τοῦτον ἡ Λυσίου λέξις ἐν πολιτικῇ διαλέκτῳ πρὸς τὴν Θουκυδίδου. ἣ μὲν γὰρ καταπλήξασθαι δύναται τὴν διάνοιαν, ἣ δὲ ἡδῦναι, καὶ ἣ μὲν συστρέψαι καὶ συντεῖναι τὸν νοῦν, ἣ δὲ ἀνεῖναι καὶ μαλάξαι, καὶ εἰς πάθος ἐκείνη προαγαγεῖν, εἰς δὲ ἦθος αὕτη καταστῆσαι. πλὴν ἀλλὰ καὶ τὸ μὲν βιάσασθαι καὶ προσαναγκάσαι τι τῆς Θουκυδίδου λέξεως ἴδιον, τὸ δʼ ἀπατῆσαι καὶ κλέψαι τὰ πράγματα τῆς Λυσίου. καὶ ἡ μὲν νεωτεροποιία καὶ τὸ τολμηρὸν τῆς τοῦ συγγραφέως οἰκεῖον ἰδέας, ἡ δʼ ἀσφάλεια καὶ τὸ ἀκίνδυνον τῆς τοῦ ῥήτορος. --- ὅτι οὐκ ἐν ἐπιτηδεύσει φαίνεται --- ἀνεπιτήδευτον εἶναι θέλει. κατεσκεύασται μὲν οὖν ἑκατέρα καὶ εἰς ἄκρον γε ἥκει τῆς ἰδίας κατασκευῆς· ῥέπει δὲ ἣ μὲν ἐπὶ τὸ μᾶλλον ἢ πέφυκεν εἶναι δοκεῖν, ἣ δὲ ἐπὶ τὸ ἧττον. παραδειγμάτων δὲ καὶ ταύτης τῆς λέξεως οὐθὲν ἐν τῷ παρόντι οἶμαι δεῖν. δύο μὲν δὴ χαρακτῆρες οὗτοι λέξεως, τοσοῦτον ἀλλήλων διάφοροι κατὰ τὰς ἀγωγάς, καὶ ἄνδρες οἱ πρωτεύσαντες ἐν αὐτοῖς, [*]( πρὸς τὴν ὑπάτην exspectat Sylburgius λόγος in λόγον corr M 2 τοῦτον ex τοσοῦτον M1 τοσοῦτον B | εἰ λυσίου λέξιν B | ἐν τ πολιτικῇ sic B 5 ἡ δὲ ἡδῦναι ante ἡ δὲ ἀνεῖναι repetit B 6 δὲ om B 7 πλὴν ἀλλὰ] ἤδη τᾶλλα M ἤδη τἄλλα BP del Sylburgius τί δεῖ τἄλλα Reiskius | βιάσθαι B) [*](8 δὲ BP 10 τὸ om P 11 ἡ δὲ B | ἀφέλεια Sylburgius | uerba ἰδέας ἡ δʼ ἀσφάλεια in M postea addita sunt | post ῥήτορος lacuna XVI litt in M, uersus paene totius in B. XVII litt et uersus totius in P 12 post φαίνεται lacuna XIX fere litt in M, dimidii uersus in B, totius uersus et XII litt in P. sententia haec fere esse debuit: ‘In In eo discrepat Lysias a Thucydide, quod uerba οὐκ ἐν ἐπιτηδεύσει composita uideri, sed dictionem ἀνεπιτήδευτον εἶναι uoluit.ʼ 14 κατεσκεύασται M, Bmg: κατεσκευάσθαι P,B in textu 15 ἑκάτερα B 16 εἶναι] δεινὴ ci Usener 20 προτεύσαντες MBP: corr v | ἐν] ἀν B )
132
οὓς διεξῆλθον, δεινοὶ μὲν ἐν τοῖς αὑτῶν ἔργοις ἀμφότεροι, καθʼ ὃ δὲ ἴσοι ἀλλήλων ἦσαν, ἀτελεῖς.

3 τρίτη λέξεως --- ἦν ἡ μικτή τε καὶ σύνθετος ἐκ τούτων τῶν δυεῖν, ἣν ὁ μὲν πρῶτος ἁρμοσάμενος καὶ καταστήσας εἰς τὸν νῦν ὑπάρχοντα κόσμον εἴτε Θρασύ|μαχος ὁ Καλχηδόνιος ἦν, ὡς οἴεται Θεόφραστος, εἴτε ἄλλος τις, οὐκ ἔχω λέγειν. οἱ δὲ ἐκδεξάμενοι καὶ ἀναθρέψαντες καὶ οὐ πολὺ ἀποσχόντες τοῦ τελειῶσαι ῥητόρων μὲν Ἰσοκράτης ὁ Ἀθηναῖος ἐγένετο, φιλοσόφων δὲ λάτων ὁ Σωκρατικός· τούτων γὰρ ἀμήχανον εὑρεῖν τῶν ἀνδρῶν ἑτέρους τινὰς ἔξω Δημοσθένους ἢ τἀναγκαῖα καὶ χρήσιμα κρεῖττον ἀσκήσαντας ἢ τὴν καλλιλογίαν καὶ τὰς ἐπιθέτους κατασκευὰς βέλτιον ἀποδειξαμένους. ἡ μὲν οὖν Θρασυμάχου λέξις, εἰ δὴ πηγή τις ἦν ὄντως τῆς μεσότητος, αὐτὴν τὴν προαίρεσιν ἔοικεν ἔχειν σπουδῆς ἀξίαν· κέκραται γὰρ εὖ πως καὶ αὐτὸ τὸ χρήσιμον εἴληφεν ἑκατέρας. δυνάμει δὲ ὡς οὐκ ἴσῃ τῇ βουλήσει κέχρηται, παράδειγμα ἐξ ἑνὸς τῶν δημηγορικῶν λόγων τάδε· ‘Ἐβουλόμην μέν, ὦ ἄνδρες Ἀθηναῖοι, μετασχεῖν ἐκείνου τοῦ χρόνου τοῦ παλαιοῦ καὶ τῶν πραγμάτων, [*](6 Theophrasti περὶ λέξεως fr IV Schmidt 19 Thrasy- machi fr I S) [*](1 δεινὸς B | αὐτῶν MBP | ἀμφοτέροις B 3 ἰδέα inter- cidisse putat Sylburgius ἰδέα seu ἁρμονία Krüger | ἧν ο ἡ sic P 5 καταστάσας B 6 Καλχηδόνιος Vliet: χαλκηδόνιος) [*](10 ἀμήχανος B 12 ἀσκήσαντες MB 13 ἀποδειξαμένους Sylburgius: ἀποδεξαμένους 14 εἰ δὴ H. Schenkl: ἣ | πηγή Sadaeus: λοιπή | τῆς om BPv 17 δυνάμει δὲ ὡς Sauppius: δυναμέως· ὡς δὲ | τῇ Reiskius add 18 θήσω post ἐξ ἑνὸς v inserit inde a Sylburgio 19 ὦ Ἀθηναῖοι v ὦ ⦵ M ω B ωθεν sic P 20 τοῦ παλαιοῦ del Vlist | καὶ τῶν πραγμάτων Sauppius suspectat. frustra meo quidem iudicio hiatus ex hoc fragmento remouere Blassius studuit )

133
ἡνίκα | σιωπᾶν ἀπέχρη τοῖς νεωτέροις, τῶν τε πραγμάτων οὐκ ἀναγκαζόντων ἀγορεύειν καὶ τῶν πρεσβυτέρων ὀρθῶς τὴν πόλιν ἐπιτροπευόντων. ἐπειδὴ δʼ εἰς τοιοῦτον ἡμᾶς ἀνέθετο χρόνον ὁ δαίμων, ὥστε . --- τῆς πόλεως ἀκούειν, τὰς δὲ συμφορὰς --- αὐτούς καὶ τούτων τὰ μέγιστα μὴ θεῶν ἔργα εἶναι μηδὲ τῆς τύχης ἀλλὰ τῶν ἐπιμεληθέντων, ἀνάγκη δὲ λέγειν. ἢ γὰρ ἀναίσθητος ἢ καρτερικώτατός ἐστιν, ὅστις ἐνεξαμαρτάνειν ἑαυτὸν ἔτι παρέξει τοῖς βουλομένοις καὶ τῆς ἑτέρων ἐπιβουλῆς τε καὶ κακίας αὐτὸς ὑποσχήσει τὰς αἰτίας. ἅλις γὰρ ἡμῖν ὁ παρελθὼν χρόνος καὶ ἀντὶ μὲν εἰρήνης ἐν πολέμῳ γενέσθαι καὶ κινδύνῳ, εἰς τόνδε τὸν χρόνον τὴν μὲν παρελθοῦσαν ἡμέραν ἀγαπῶσι, τὴν δʼ ἐπιοῦσαν δεδιόσιν, ἀντὶ δʼ ὁμονοίας εἰς ἔχθραν καὶ ταραχὰς πρὸς ἀλλήλους ἀφικέσθαι. καὶ τούς μὲν ἄλλους τὸ πλῆθος τῶν ἀγαθῶν ὑβρίζειν τε ποιεῖ καὶ στασιάζειν, ἡμεῖς δὲ μετὰ μὲν τῶν ἀγαθῶν ἐσωφρονοῦμεν, ἐν δὲ τοῖς κακοῖς ἐμάνημεν, ἃ τοὺς ἄλλους σωφρονίζειν εἴωθεν. τί δῆτα μέλλοι τις ἂν γεγωνίσκειν εἰπεῖν, ὅτῳ γε --- λυπεῖσθαι ἐπὶ τοῖς [*](3 ἐπειδὴ δʼ postea add M, ἡ in ras: καὶ ἐπειδὴ BP 4 τοσοῦτον BP | ἡμοῖς P 4 et 5 lac XX litt M, XV litt B. XVI litt et uersus totius P 5 lac XIX litt M, qui non habet nisi συμφο, συμφορᾶς deinde lac XIII fere litt B, συμφορὰς cum lac VII litt P 7 τύχης] τέχνης μὴ δὲ τῆς τύχης B | δὲ deleui δὴ Sylburgius 8 καρτερώτατος MBP: corr Usener) [*](9 ἐνεξαμαρτάνειν Reiskius: ἐξαμαρτάνειν 10 ὑποσχεί- σει P 11 καὶ del Sauppius fort uerbum latet 12 γέ- ναισθαι P | κινδύνῳ] διὰ κινδύνων MB διὰ κίνδυνον P 13 τῆς μὲν P 14 ὁμονίας P 16 ὑβρίζειν—17 ἀγαθῶν sine lacunae indicio om Pv 18 ἐμάνημεν, ἃ M: ἐμάνυ μὲν ἃ B ἐμάνη μέν, ὃς P 20 γεγωνίσκειν] γιγνώσκειν εἰπεῖν MBP γιγνώσκειν ἢ εἰπεῖν Reiskius γιγνώσκων εἰπεῖν Blass | post ὅτῳ γε lacunae signum (excidit uelut προσήκει μᾶλλον) addidi, post νομίζειν Blass)
134
παροῦσι καὶ νομίζειν ἔχειν τι τοιοῦτον, ὡς μηδὲν ἔτι τοιοῦτον ἔσται; πρῶτον μὲν οὖν τοὺς διαφερομένους πρὸς ἀλλήλους καὶ τῶν ῥητόρων καὶ τῶν ἄλλων ἀποδείξω γε παρὰ λόγον πεπονθότας πρὸς ἀλλήλους, ὅπερ ἀνάγκη τοὺς ἄνευ γνώμης φιλονικοῦντας πάσχειν· οἰόμενοι γὰρ ἐναντία λέγειν ἀλλήλοις οὐκ αἰσθάνονται τὰ αὐτὰ πράττοντες οὐδὲ τὸν τῶν ἑτέρων λόγον ἐν τῷ σφετέρῳ λόγῳ ἐνόντα. σκέψασθε γὰρ ἐξ ἀρχῆς, ζητοῦσιν ἑκάτεροι. πρῶτον μὲν ἡ πάτριος πολιτεία ταραχὴν αὐτοῖς παρέχει ῥᾴστη γνωσθῆναι καὶ κοινοτάτη τοῖς πολίταις οὖσα πᾶσιν. ὁπόσα μὲν οὖν ἐπέκεινα τῆς ἡμετέρας γνώμης ἐστίν, ἀκούειν ἀνάγκη λέγειν τῶν παλαιοτέρων, ὁπόσα δʼ αὐτοὶ ἐπεῖδον οἱ πρεσβύτεροι, ταῦτα δὲ παρὰ τῶν εἰδότων πυνθάνεσθαι.ʼ τοιαύτη μὲν οὖν τις ἡ Θρασυμάχειος ἑρμηνεία, μέση τοῖν δυεῖν καὶ εὔκρατος καὶ εἰς ἀμφοτέρους τοὺς χαρακτῆρας ἐπίκαιρον ἀφετήριον.

4 ἡ δὲ Ἰσο κράτους λέξις, ὃς μέγιστον ὄνομα ἐν τοῖς Ἕλλησιν ἐκτήσατο ἐπὶ σοφίᾳ, ἀγῶνα μὲν οὔτʼ ἴδιον οὔτε δημόσιον οὐδένα πώποτε τἀνδρὸς ἀγωνισομένου [*](1 post νομίζειν in P εἴωθεν τί δῆτα uerba repetuntur) [*](2 τοιοῦτον del Usener 4 παρά λόγον Usener: προλέγων) [*](5 φιλονεικοῦντας MB 7 πράττειν πράττοντες Pv 8 σφετέρῳ Cobet: ἑτέρῳ MBP ἐν τῷ τῶν ἑτέρων deleto λόγῳ Blass | σκέψασθαι BP 10 ῥᾴστη Sylburgius: ῥᾴστην | κοινω- τάτη M 11 ἐπέκεινα Reiskius: ἐκείνων 12 γνώμης] μνήμης Sauppius conieci ἀκοῇ μὲν (cf Thucyd I 23, 3 τὰ τε πρότε- ρον ἀκοῇ λεγόμενα) seu ἀκοὴν ἀνάγκη λέγειν τῶν παλαιοτέρων (uelut ἀκοὴν τεθνεῶτος οὐ ζῶντος μαρτυρεῖν Demosthenes). ἀκούειν ἀνάγκη λεγόντων τῶν παλαιοτέρων Reiskius ἀκούον- τας (?) ἀνάγκη λέγειν τῶν παλαιοτέρων Blass 15 μέση τοῖς B) [*](16 δυ[εῖ]ν cum ras M | lac IV litt M, XII B. XV fare P: suppleuit Sylburgius 18 lac X litt M, XII fere B, XXXVII fere P: suppleuit Sylburgius 19 Ἕλλη cum lac XXI litt M, Ἕλλησιν cum lac VII litt B. XXXVI fare litt P: suppleui)

135
γραφὰς δὲ συνταξαμένου πολλὰς καὶ καλὰς εἰς ἅπασαν ἰδέαν λόγων, ὅντινα χαρακτῆρα ἔχειν ἐφαίνετό μοι, διὰ πλειόνων μὲν ἐδήλωσα πρότερον. οὐθὲν δὲ κωλύσει καὶ νῦν ἐπὶ κεφαλαίων αὐτὰ τὰ ἀναγκαιότατα εἰπεῖν· ὅτι τῆς μὲν Λυσιακῆς λέξεως τὸ καθαρὸν ἔχει καὶ τὸ ἀκριβές· οὔτε γὰρ ἀρχαίοις οὔτε πεποιημένοις οὔτε γλωττηματικοῖς ὀνόμασιν ἀλλὰ τοῖς κοινοτάτοις καὶ συνηθεστάτοις κέ χρηται. ἠθική τε καὶ πιθανὴ καὶ ἡδεῖά ἐστι καὶ πέφευγε τὴν τροπικήν, ὥσπερ ἐκείνη, τὴν ἁπλῆν φράσιν, τῆς δὲ Θουκυδίδου καὶ Γοργίου τὴν μεγαλοπρέπειαν καὶ σεμνότητα καὶ καλλιλογίαν εἴληφε. καὶ εἰς μὲν τὸ διδάξαι τὸν ἀκροατὴν σαφέστατα, ὅ τι βούλοιτο, τὴν ἁπλῆν καὶ ἀκόσμητον ἑρμηνείαν ἐπιτηδεύει τὴν Λυσίου, εἰς δὲ τὸ καταπλήξασθαι τῷ κάλλει τῶν ὀνομάτων σεμνότητά τε καὶ μεγαληγορίαν περιθεῖναι τοῖς πράγμασι τὴν ἐπίθετον καὶ κατεσκευασμένην φράσιν τῶν περὶ Γοργίαν ἐκμέμακται. ἁμαρτάνει δὲ ἐν οἷς ὡραίζεταί ποτε, τοὺς Γοργίου νεαροὺς σχηματισμοὺς ζηλοῦσα (τὰ γὰρ ἀντίθετά τε καὶ πάρισα καὶ τὰ παραπλήσια τούτοις οὔτε μετριάζοντα οὔτʼ ἐν καιρῷ γινόμενα καταισχύνει τὴν μεγαλοπρέπειαν αὐτῆς), καὶ ἔτι μᾶλλον ἐν οἷς τὴν εὐέπειαν διώκουσα καὶ τὴν εὐρυθμίαν διʼ εὐλαβείας | μὲν [*](1 lac XVI—XVIII litt σαμένου M, lac VIII litt νισομένου B. XXXVIII fere litt νισομένου P: suppleui γραφὰς δὲ συν- ταξαμένου bis scripsit P 2 εἰδέαν MBP | οὕτινα B 3 δια- πλειόνων MB 5 λσιακῆς B λυρακῆς P 8 συν[η]θεστάτοις cum ras M 10 τὴν ἁπλῆν seclusi 12 εἴληφε] ἀνείληφε MBPv 13 BP in mg rubro σημείωσαι 14 λύρου P λύροῦ B) [*](15 κατ[απ]λήξασθαι cum ras M 18 ἐκμέμακται siue ἐκ- μέμαχεν Krüger: ἐκμέμακεν 19 ζελοῦσα corr in ζηλοῦσα P 21 οὔτ᾿ ἐν Sadaeus: οὔτε 22 εὐεπίαν MBP)
136
λαμβάνει τὸ συγκροῦσαι τὰ φωνήεντα τῶν γραμμάτων διʼ εὐλαβείας δὲ ποιεῖται τὸ χρήσασθαί τινι τῶν τραχυνόντων. διώκει δʼ ἐκ παντὸς τρόπου τὴν περίοδον οὐδὲ ταύτην στρογγύλην καὶ πυκνὴν ἀλλʼ ὑπαγωγικήν τινα καὶ πλατεῖαν καὶ πολλοὺς ἀγκῶνας, ὥσπερ οἱ μὴ κατʼ εὐθείας ῥέοντες ποταμοὶ ποιοῦσιν, ἐγκολπιζομένην. ταῦτα μέντοι πολλαχῇ μακροτέραν τε αὐτὴν ποιεῖ κἀναληθεστέραν ἀπαθῆ τε καὶ ἄψυχον καὶ πανηγυρικὴν μᾶλλον ἢ ἐναγώνιον. τοῖς δὲ παραδείγμασιν ὀλίγον ὕστερον, ὅταν ὁ καιρὸς ἀπαιτῇ, χρήσομαι.