De Demosthenis dictione

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei quae exstant, Volume 5.1: Opuscula, Volume 1. Usener, Hermann; Radermacher, Ludwig; editors. Leipzig: Teubner, 1899.

9 εἰ δὲ τὰ προσήκοντα ἔγνωκα, πάρεστι τῷ βουλομένῳ σκοπεῖν ἐπʼ αὐτῶν ποιουμένῳ τῶν παραδειγ μάτων τὴν ἐξέτασιν. ἃ μὲν οὖν παρὰ τὸν Θουκυδίδου χαρακτῆρα κατεσκεύασται τῷ ῥήτορι, τοιάδε τινά ἐστιν· ‘Πολλῶν, ὦ ἄνδρες Ἀθηναῖοι, λόγων γινομένων ὀλίγου δεῖν καθʼ ἑκάστην ἐκκλησίαν περὶ ὧν Φίλιππος, ἀφʼ οὗ τὴν εἰρήνην ἐποιήσατο, οὐ μόνον ὑμᾶς ἀλλά καὶ τοὺς ἄλλους Ἕλληνας ἀδικεῖ, καὶ πάντων εὖ οἷδʼ ὅτι φησάντων γʼ ἄν, εἰ καὶ μὴ ποιοῦσι τοῦτο, καὶ λέγειν δεῖν καὶ πράττειν, ὅπως ἐκεῖνος παύσεται τῆς ὕβρεως καὶ δίκην δώσει, εἰς τοῦτο ὑπηγμένα πάντα τὰ πράγματα καὶ προειμένα ὁρῶ, ὥστε δέδοικα, μὴ βλάσφημον μὲν εἰπεῖν [*](μὲν ἱκετεύων, νῦν δὲ οἰκτιζόμενος, μετʼ ὀλίγον προτρέπων, αὖθις φοβῶν 14 Demosthenes Philippicae III 110) [*](3 ὅψις BP 4 ποικίλου P | τι M: δὴ BPv 5 ἀπατητὸν B | εἰκάσειαν B 7 δὴ add Sadaeus 9 χαρτῆρα P 12 ποιουμένῳ Sylburgius: ποιουμένων | lac X fere litt M, in BP λόγων deinde lac fere XIV litt B, XXXVI P: corr Krüger 14 ταιαῦτά τινά ἐστιν suppleuit Sadaeus post Krügerum, in M B lac XVIII fere litt, nulla in P 18 Ἕλληνας om libri, add ex Demosthene Sylburgius 19 δεῖν om libri, add Sylburgius 20 πράττειν ἅπασι προσήκειν v ἅπασι προσήκειν m recentissima in mg M | παύσηται MBP 22 προιέμενα BP)

145
ἀληθὲς δὲ ᾖ· εἰ καὶ λέγειν ἅπαντες ἐβούλοντο οἱ παριόντες καὶ χειροτονεῖν ὑμεῖς, ἐξ ὧν ὡς φαυλότατα τὰ πράγματα ἤμελλεν ἕξειν, οὐκ ἂν ἡγοῦμαι δύνασθαι χεῖρον ἢ νῦν διατεθῆναι.ʼ κατὰ τί δὴ ταύτην ἡγοῦμαι τὴν λέξιν ἐοικέναι τῇ Θουκυδίδου; καθʼ ὃ κἀκείνην πείθομαι μάλιστα διαφέρειν τῶν ἄλλων. τουτὶ δʼ ἔστι τὸ μὴ κατʼ εὐθεῖαν ἑρμηνείαν ἐξενηνέχθαι τὰ νοήματα μηδʼ, ὡς ἔστι τοῖς ἄλλοις σύνηθες λέγειν, ἁπλῶς καὶ ἀφελῶς, ἀλλὰ ἐξηλλάχθαι καὶ ἀπεστράφθαι τὴν διάλεκτον ἐκ τῶν ἐν ἔθει καὶ κατὰ φύσιν εἰς τὰ μὴ συνήθη τοῖς πολλοῖς μηδʼ ὡς ἡ φύσις ἀπαιτεῖ. ὃ δὲ λέγω, τοιοῦτόν ἐστιν. ἁπλῶς ἂν ὁ λόγος ἦν καὶ κατʼ εὐθεῖαν ἑρμηνείαν ἐκφερόμενος, εἴ τις οὕτως κατεσκεύασεν αὐτόν· ‘πολλῶν, ἄνδρες Ἀθηναῖοι, λόγων γιγνομένων καθʼ ἑκάστην σχεδὸν ἐκκλησίαν, περὶ ὧν ἀδικεῖ Φίλιππος ὑμᾶς τε καὶ τοὺς ἄλλους Ἕλληνας, ἀφʼ οὗ τὴν εἰρήνην ἐποιήσατο.ʼ νυνὶ δὲ τό τε ὀλίγου δεῖν παραληφθὲν ἀντὶ τοῦ σχεδὸν καὶ τὸ ἀδικεῖ Φίλιππος διαιρεθὲν καὶ διὰ μακροῦ τὴν | ἀκολουθίαν κομισάμενον καὶ τὸ οὐ μόνον ὑμᾶς ἀλλὰ καὶ τοὺς ἄλλους Ἕλληνας, δυναμένου καὶ χωρὶς ἀποφάσεως διὰ τῆς συμπλοκῆς μόνης τὸ πρᾶγμα δηλῶσαι, τοῦ συνήθους ἐξηλλαγμένην καὶ περίεργον πεποίηκε τὴν λέξιν. ὁμοίως δὲ καὶ τὸ ἐπιλεγόμενον τούτῳ, εἰ μὲν ἁπλῶς καὶ ἀπεριέργως ἔδει ῥηθῆναι, τοῦτον ἂν δή που [*](2 παρά ὄντες P | ἐξ ὧν om P 8 post σύνηθες inter- pungunt MBPv, post λέγειν Kiessling 12 ἐστιν addito ν super ιν et mg rubro ἦν B quod ad sequentia pertinet | ἦν Syl- burgius: ἐστὶ 13 ἑρμηνείαν om B 15 γινομένων P 16 ευ ὑμᾶς P ἐς ὑμᾶς v | ἄλλους add Sylburgius 21 δυνα- μένου Reiskius: δυνάμενον 22 μόνης om Pv 24 λ[έξιν] postea add M | τὸ add Sylburgius 25 ἀπεριέργως postea add M περιέργως P)
146
τὸν τρόπον ἀπήγ γελτο· ‘κ αὶ πάντων λεγόντων, καὶ εἴ τινες τοῦτο μὴ ποιοῦσιν, ὅτι δεῖ καὶ λέγειν καὶ πράττειν ταῦτα, ἐξ ὧν ἐκεῖνος παύσεται τῆς ὕβρεως καὶ δίκην δώσει.ʼ οὕτω δὲ ἐξενεχθέν· ‘καὶ πάντων εὖ οἶδ’ ὅτι φησάντων γʼ ἄνʼ οὐ σῴζει τὴν εὐθεῖαν τῆς λέξεως ὁδόν. τό τε γὰρ οἶδ’ ὅτι χώραν οὐκ ἀναγκαίαν εἶχε, καὶ τὸ φησάντων γʼ ἂν ἀντὶ τοῦ φασκόντων παρειλημμένον οὐ τὴν ἀφελῆ διάλεκτον ἀλλὰ τὴν ἐξηλλαγμένην καὶ περίεξργον ἐμφαίνει. ὅμοια δὲ τούτοις ἐστὶ κἀκεῖνα· ‘εἶτʼ οἴεσθε, οἳ μὲν οὐδὲν ἂν αὐτὸν ἠδυνήθησαν ποιῆσαι κακόν, αὐτοὶ δὲ μὴ παθεῖν ἐφυλάξαντο ἂν ἴσως, τούτους μὲν ἐξαπατᾶν αἱρεῖσθαι μᾶλλον ἢ προλέγοντα βιάζεσθαι;ʼ ἐνταυθοῖ γὰρ οὐθὲν ἂν εἶχε περίεργον ἡ λέξις οὐδὲ σκολιόν, εἰ τοῦτον ἐξήνεγκε τὸν τρόπον· ‘εἶτʼ οἴεσθε αὐτόν, οὓς μὲν ἑώρα μηδὲν δυναμένους αὐτὸν διαθεῖναι κάκιον, φυλαξαμένους δὲ ἂν ἴσως μὴ παθεῖν, τούτους μὲν ἐξαπατᾶν αἱρεῖσθαι μᾶλλον ἢ προλέγοντα βιάζεσθαι;’ ἐναλλαγείσης δὲ τῆς πτώσεως καὶ τῶν συνδέσμων πολλῶν εἰς βραχὺ συναχθέντων, οἶμαι, περίεργός τε καὶ ἀσυνήθης καὶ ἐξηλλαγμένη γέγονεν ἡ διάλεκτος. ἔτι κἀκεῖνα τῆς αὐτῆς ἐστιν ἰδέας· ‘νῦν δὲ τοῦτο μὲν οὐκ [*](10 Demosthenes Philippicae γ 13 22 Demosthenes Mi- dianae 69) [*](1 ἀπήγγελτο καὶ πάντων] ἀπήγγελτο καὶ ἀπάντων Sylburgius ἀπηγ lac IX litt M, XXI litt B. XXIV litt P deinde ἁπάντων MBP) [*](2 ποιοῦσι BPv | ὅτι om cum spatio XV litt B, IX litt P | καὶ post λέγειν om BP 4 πάντων] πάνωντ BP 6 an εὖ οἶδʼ? 7 ἔχει Sylburgius 10 εἴ τοι ἔσθε P | oἳ D (Demosthenes) ∠ p 610: οὓς MBP | οὐδὲν om P 11 ἠδυνήθημεν MBP ἐδυνήθησαν v ἠδυνήθησαν ∠ p 610 12 τούτοις BP 14 εἶχεν BP | σκο- λιὰν M 15 fort ἐξενήνεκτο | εἴτʼ M εἴτ’ P 16 αὐτῶν αὐτὸν Pv κάκιον] κακὸν MBPv κακῶς Krüger 22 αὐτοῖς P )
147
ἐποίησεν, ἐν ᾧ τὸν δῆμον ἐτίμησεν ἄν, οὐδʼ ἐνεανιεύσατο τοιοῦτον οὐδέν. ἐμοὶ δέ, ὅς, εἴτε τις, ὦ ἄνδρε Ἀθηναῖοι, βούλεται νομίσαι μανίαν (μανία γὰρ ἴσως ἐστὶν ὑπὲρ δύναμίν τι ποιεῖν), εἴτε καὶ φιλοτιμίαν, χορηγὸς ὑπέστην, οὕτω φανερῶς καὶ μιαρῶς ἐπηρεάζων παρηκολούθησεν, ὥστε μηδὲ τῶν ἱερῶν ἱματίων μηδὲ τοῦ χοροῦ μηδὲ τοῦ σώματος τὼ χεῖρε τελευτῶν ἀποσχέσθαι μου.ʼ τί δὴ πάλιν ἐστὶν ἐν τούτοις τὸ συνταράττον τὴν κατὰ φύσιν ἀπαγγελίαν; πρῶτον μὲν τό, πρὶν ἀπαρτίσαι τὸ ἡγούμενον εἴτε νόημα χρὴ λέγειν εἴτε κῶλον, ἕτερον παρεμβαλεῖν καὶ μηδὲ τοῦ δευτέρου τέλος ἔχοντος τὸ τρίτον ἐπιζεῦξαι, εἶτα τὴν τοῦ δευτέρου νοήματος ἀκολουθίαν ἐπὶ τῷ τρίτῳ τέλος εἰληφότι θεῖναι, κἄπειτα ἐπὶ πᾶσιν, ὃ τοῦ πρώτου μέρος ἦν, διὰ μακροῦ καὶ οὐκέ τι τῆς διανοίας αὐτὸ προσδεχομένης ἀποδοῦναι. Ἐμοὶ δὲ ὃς — οὔπω τοῦτο τέλος ἔχει — εἴτε τις, ὦ ἄνδρες Ἀθηναῖοι, βούλεται νομίσαι μανίαν — ἕτερον τοῦτο κεχωρισμένον τοῦ προτέρου ἀτελὲς καὶ αὐτό — μανία γὰρ ἴσως ἐστὶν ὑπὲρ δύναμίν τι ποιεῖν — οὐδετέρου τοῦτο πάλιν τῶν προειρημέ|νων μέρος ἀλλʼ αὐτὸ καθʼ αὑτό· κεφαλαιώδης γάρ τίς ἐστιν ἀπόφασις — ἢ φιλοτιμίαν — τοῦτο [*](2 εἴ τέ P | ἄνδρες add ex D 4 τι] ει τὶ P | φιλοτιμίᾳ libri D plerique in quibus S φιλοτιμία ∠ infra 5 καὶ μιαρῶς om MBP add v ex D καὶ μιαρῶς—ἱερῶν om P 11 κὤλον P | τοῦ δένδρου τοῦ δευτέρου B 14 καὶ πειτα B | ἐποὶ P 15 οὐκε c lac II litt M οὐκ sine lac BP: corr Sylburgius | αὐτῷ προσεχο- μένης B αὐτὸ προσεῦχομένης P 16 προσδεχομένης lac V—VI) litt M, sed in mg ἀποδοῦναι lac IV siue V litt γὰρ ὃς in BP ἐμοὶ deest cum lac XII litt B. IV litt P: suppl Sylburgius | δὲ ὃς ∠ p 979] γὰρ ὃς MBP | post ὃς lacuna minor in P 18 τούτω, mg rupro τοῦτο B 20 ναμιν τι ποιεῖν bis P οὐδʼ ἑτέρου MBP | τοῦ πάλιν P 21 προῃρημένων M 22 ἢ φιλοτιμίαν Usener: ἡ φιλοτιμία )
148
δὲ τοῦ δευτέρου μέρος ἦν τοῦ εἴτε τις βούλεται νομίσαι μανίαν. τὸ δʼ ἐπὶ τούτοις λεγόμενον ἅπασι τὸ χορηγὺς ὑπέστην τοῦ πρώτου μέρος ἦν τοῦ ἐμοὶ δέ, ὅς. μυρία τοιαῦτά ἐστι παρὰ Δημοσθένει καὶ μάλιστα ἐν τοῖς κατὰ Θιλίππου λόγοις, μᾶλλον δὲ --- μὴ οὕτως ἔχοντα πλὴν ἑνὸς λόγου τοῦ περὶ Ἁλοννήσου, πολλὰ δὲ καὶ ἐν τοῖς δικανικοῖς ἀγῶσι τοῖς γε οὖν δημοσίοις. καὶ σχεδὸν ἔν τε τούτοις καὶ ταῖς δημηγορίαις, ᾧπὲρ ??ἔφην, ἂν διαγνοίης σημείῳ προχειροτάτῳ τὸν Δημοσθένους χαρτακτῆρα. τῷ δὲ ἧττον ἢ μᾶλλον αὐτοῖς κεχρῆσθαι τὸν ἄνδρα πρὸς τὰς φύσεις ἀποβλέποντα τῶν ὑσποθέσεων καὶ τὰς ἀξιώσεις τῶν προσώπων πλανηθήσεταί τις· ὅπερ ἴσως οὐκ ἄλογον.

10 φέρε δὴ καὶ τίνι διαλλάττει τῆς Θουκυδίδου λέξεως ἡ Δημοσθένους ἡ παρὰ τὸν αὐτὸν κατεσκευασμένη χαρακτῆρα, εἴπωμεν· ἀπαιτεῖ γὰρ ὁ λόγος. οὐχὶ τῷ ποιῷ μὰ Δία· τοῦτο μὲν γὰρ ὁμοίως ἐπιτηδεύουσιν ἀμφότεροι, λέγω δὲ τὸ ἐξαλλάττειν ἐκ τοῦ συνήθους καὶ μὴ τὸ κοινὸν ἀλλὰ τὸ περιττὸν διώκειν· τῷ δὲ ποσῷ καὶ ἔτι μᾶλλον τοῖς καιροῖς. ὅ μὲν γὰρ ἀταμιεύτως τῇ κατασκευῇ κέχρηται καὶ ἄγεται μᾶλλον ὐπʼ αὐτῆς ἢ αὐτὸ ἄγει καὶ οὐδὲ τὸν καιρὸν αὐτῆς ἐπίσταται λαβεῖν δεξιῶς, ἀλλὰ καὶ παρὰ τοῦτον πολλάκις [*](22 cf Thucydides II 65, 8) [*](2 ἄπἀσι Vliet: ἅπαν χοριγὸς P 3 μέρους Μ 5 lacu- nam sensit Sylburgius, qui ὀλίγα τὰ addidit (σπάνια τὰ Reiskius) plura desunt uelut ἐν ἄπασι τοῖς συμβουλευτικοῖς σπάνια τὰ 6 ἀλονήσου MBPv 7 ἀγῶσι] ἀνῶσι P 8 τοι τούτοις P, horum et sequentium interpunctio in v librisque admodum laborat.) [*](9 διανοίης P 11 τῶν ἀποβλέποντα Β 13 ἄλογον SP) [*](16 γάρ — τοῦτο μὲν bis scripsit Β 18 λέγων δὲ Β 22 ἢ om P αὐτὸς add Sγlburgius)

149
ἀμταρτάνει. καθʼ ὅ ἡ μὲν ἀμετρία τῆς ἐξαλλαγῆς ἀσαφῆς ποιεῖ τὴν λέξιν αὐτοῦ, τὸ δὲ μὴ κρατεῖν τῶν καιρῶνς ἀηδῆ. ὁ δὲ ῥήτωρ τοῦ τε ἀρκοῦντος στοχάζεται καὶ, τοὺς καιροὺς συμμετρεῖται οὐκ εἰς ἀνάθημα καὶ κτῆμα, κατασκευάζων τὴν λέξιν μόνον ὥσπερ ὁ συγγραφεύς, ἀλλὰ καὶ εἰς χρῆσιν. ὥστε οὔτε τὸ σαφὲς ἐκβέβηκεν, οὗ πρώτου τοῖς ἐναγωνίοις λόγοις δεῖ, τό τε δεινὸς εἶναι δοκεῖν, ἐφʼ ᾧ μάλιστα φαίνεται σπουδάζων, προσείληφε. τοιαῦτα μὲν δή τινά ἐστιν, παρὰ τὸν ὑψηλὸν καὶ ἐγκατάσκευον καὶ ἐξηλλαγμένον τοῦ θους χαρακτῆρα, οὗ τὸ κράτος ἅπαν ἦν ἐν τῇ δεινότητι, καὶ ἔθουκυδίδην τὸν ἐν αὐτῷ πρωτεύσαντα μιμούμενος ὁ Δημοσθένης κατεσκεύακεν.

11 ἃ δὲ παρὰ τὸν ἰσχνόν τε καὶ ἀκριβῆ καὶ καθαρον καὶ ζηλωτὸν --- ὅς ἀπὸ τοῦ διαλάμψαντος ἐν αὐτῷ Λυσιακὸς δἂν εἰκότως λέγοιτο, τοιαῦτα. κωλύσε δʼ οὐθέν, ἴσως δὲ καὶ χαριεστέραν ποιήσει τὴν θεω ρίαν τεθεῖσα πρῶτον ἡ Λυσίου λέξις, ᾗ τὴν Δημοσθέ νους ἐοικέναι πείθομαι, διήγησίν τινα περιέχχουσα ὑβριστικήν· ‘Ἄρχιππος γὰρ οὑτοσί, ὦ ἄνδρεςο Αθηναῖοι, [*](4 cf Thucydides I 22, 4 20 Lysiae fr CCXXXII S) [*](1 ἡ om B τῆ ἀμετρία BP ἐξαλαγῆς P 2 τ[ὴν] cum ras M 3 ἀηδῆ Sylburgius: μήδῆ addito α super μ Μ ἀμηδῆ ΒP τε Sylburgius: δὲ 4 καιροὺς συμ posthac add M συμ quidem ex ὀεμ 5 lac XI litt M, XXV B, XXXVIII P: suppl Sylburgius 7 ἐναγ[ω]νίοις cum ras M 10 ἐξηλαγμένον P) [*](11 χαρακτῆρα Sylburgius: χαρακτῆρος 12 πρωτεύσανταω Reiskius: πείσαντα 14 ἰσχνόν Kiessling: ἰσχυρόν M ἰο c lac v litt B, II litt P 15 ὃς intercidisse ante Krügerum sensit Martinius uersionis latinae auctor, uerum hoc quoque dicen dum fuit cuinam ζηλωτός 16 Δισιακὸς B δʼ ἂν MBPv δ om Martinius in uersione 17 οὐδέν ΒP καὶ om ΒPv V 18 ἢ τὴν P 20 eadem exstant apud Ioannem Siceliotam εἐς τὸ περὶ εὑρέσεως Ερμογένους βιβλίον (cf. Βekkeri anecd. p 1454) )

150
ἀπεδύσατο μὲν εἰς τὴν αὐτὴν παλαίστραν, οὗπερ καὶ Τῖσις ὁ φεύγων τὴν δίκην. ὀργῆς δὲ γενομένης ἐς σκώμματά τε αὑτοῖς καὶ ἀντιλογίαν καὶ ἔχθραν καὶ λοιδορίαν κατέστησαν. ἔστιν οὖν Πυθέας ἐραστὴς μὲν τοῦ μειρακίου (πάντα γὰρ εἰρήσεται τἀληθῆ πρὸς ὑμᾶς), ἐπίτροπος δὲ ὑπὸ τοῦ πατρὸς καταλελειμμένος. οὗτος, ἐπειδὴ Τῖσις πρὸς αὐτὸν τὴν ἐν τῇ παλαίστρᾳ λοιδορίαν διηγήσατο, βουλόμενος χαρίζεσθαι καὶ δοκεῖν δεινὸς καὶ ἐπίβουλος εἶναι, ἐκέλευσεν αὐτόν, ὡς ἡμεῖς ἔκ τε τῶν πεπραγμένων ἠσθήμεθα καὶ τῶν εὖ εἰδότων ἐπυθόμεθα, ἐν μὲν τῷ παρόντι διαλλαγῆναι, σκοπεῖν δέ, ὅπως αὐτὸν μόνον που λήψεται. πεισθεὶς δὲ ταῦτα καὶ διαλλαγεὶς καὶ χρώμενος καὶ προσποιούμενος ἐπιτήδειος εἶναι εἰς τοῦτο μανίας τηλικοῦτος ὢν ἀφίστατο, . τʼ ἐτύγχανε μὲν οὖσα ἱπποδρομία Ἀνακείων --- δʼ αὐτὸν μετʼ ἐμοῦ παρὰ τὴν θύραν παριόντα· γείτονες γὰρ ἀλλήλων τυγχάνουσιν ὄντες· τὸ μὲν πρῶτον συνδειπνεῖν ἐκέλευεν, ἐπειδὴ δὲ οὐκ ἠθέλησεν --- ἐπὶ [*](in codice Barocciano 175 fol 83 οὐτοὺς B οὐ τουρ P | ἄνδρες addidi) [*](2 τίσις MBP 3 κόμματα BP αὐτοῖς MBP καὶ ἔχθραν om B ἔχραν P 5 πρὸς ἡμᾶς B 7 τίσις MP τίσιν B 11 καὶ ἐν μὲν B 13 καταλλαγεὶς seu διαλλαγεὶς Scheibius: ἀπαλλα- γεὶς ἐπιτήδηος P 14 ἀφιστῶν ἀφίστατο Β καθίστατο Scheibius) [*](15 lac IX litt M, XVII litt B, XII litt P: deestne ὥσθʼ ὁπότʼ? ὥστʼ Ioannes ἐτύγχανεν BP ἀνʼ ἀκείων P 16 lac X litt M, XX B. XXIV P: ἰδῶν Ioannes. equidem κατέ- λαβε intercidisse puto 17 παριόντα Scheibius: παριόντων MBP ἀπιόντα Ioannes γείτονες γὰρ Ioannes: lac XII litt M, ca VIII litt Β. XXXIV P ἀλλήλοις Ioannes fort ἀλλήλοιν 18 συνδειπνεῖν Ioannes: lac XII litt M, ΧI Β. VIII P |οὐκ ἐθέλησεν M οὐ μεθʼ αὐτοῦ P 19 lac XXVI— XXX litt M, XV litt B, totius fere uersus P deinde πὶ κῶμον λέγων ὅτι μεθʼ αὐτοῦ καὶ τὸ om P, καὶ τὸ om B: ἐδεήθη ἥκειν αὐτὸν ἐπὶ κῶμον loaunes)
151
κῶμον, λέγων ὅτι μεθʼ αὐτοῦ καὶ τὸ --- --- δειπνήσαντες οὖν ἥδη συσκοτάζοντος ἐλθόντες κόπτομεν τὴν θύραν. οἳ δʼ ἡμᾶς ἐκέλευον εἰσιέναι. ἐπειδὴ δὲ ἔνδον ἐγενόμεθα, ἐμὲ μὲν ἐκβάλλουσιν ἐκ τῆς οἰκίας, τουτονὶ δὲ συναρπάσαντες ἔδησαν πρὸς τὸν κίονα, καὶ λαβὼν μάστιγα Τῖσις, ἐντείνας πολλὰς πληγάς, εἰς οἴκημα αὐτὸν καθεῖρξε. καὶ οὐκ ἐξήρκεσεν αὐτῷ ταῦτα μόνον ἐξαμαρτεῖν, ἀλλʼ ἐζηλωκὸς μὲν τῶν νέων τοὺς πονηροτάτους ἐν τῇ πόλει, νεωστὶ δὲ τὰ πατρῷα παρειληφὼς καὶ προσποιούμενος. νέος καὶ πλούσιος εἶναι, πάλιν τοὺς οἰκέτας ἐκέλευσεν ἡμέρας ἤδη γενομένης πρὸς τὸν κίονα αὐτὸν δήσαντας μαστιγοῦν. οὕτω δὲ τοῦ σώματος ἥδη πονήρως διακειμένου Ἀντίμαχον μεταπεμψάμενος τῶν μὲν γεγενημένων οὐθὲν εἶπεν. ἔλεγε δʼ ὡς αὐτὸς μὲν δειπνῶν τύχοι, οὗτος δὲ μεθύων ἔλθοι, ἐκκόψας δὲ τὴν θύραν καὶ εἰσελθὼν κακῶς λέγοι αὐτὸν καὶ τὸν Ἀντίμαχον καὶ τὰς γυναῖκας αὐτῶν. Ἀντίμαχος δὲ ὠργίζετο μὲν αὐτοῖς ὡς μεγάλα ἡμαρτηκόσιν, ὅμως δὲ μάρτυρας παρακαλέσας ἠρώτα αὐτόν, πῶς εἰσέλθοι. ὃ δὲ κελεύτων σαντος σιδος καὶ τῶν οἰκείων ἔφασκε. συμβουλευόνδὲ τῶν εἰσελθόντων ὡς τάχιστα λῦσαι καὶ τὰ γεγενημένα δεινὰ νομιζόντων εἷναι ἀπέδοσαν αὐτὸν τοῖς ἀδελφοῖς. οὐ δυναμένου δὲ βαδίζειν, ἐκόμισαν [*](2 ante δειπνήσαντες in M lac XXV litt, in Β XIX litt: καὶ τῶν οἰκετῶν (οίκείων Cobet) πιέτω Ιoannes 4 ἐπεὶ δὲ δὴ Β 5 ἐκ τῆς om P 6 μάστιγα Τῖσις] μάστιγά τις MBPv) [*](8 ταῦτα bis P 9 νεωτέρων Ioannes 11 ἐκέλευεν BP v) [*](12 δήσαντες Bv μαστιγοῦν δήσαντας Ioannes 13 πονή- ρως ἤδη Ioannes 14 Ἀντίμαχον — γεγενημένων mg M | γε- γενημένων — αὐτὸς μὲν om Pv 15 ἔλεγεν B δειπνῶν M: δειπνοῦν BP δειπνῦν v 19 ὁ μὲν ὅμως B 20 ἐρωτα Β 21 οἰκετῶν MBP: corr Usener ἔφασκεν B 23 ἀπέδωκαν M )
152
αὐτὸν εἰς τὸ Δεῖγμα ἐν κλίνη καὶ ἐπέδειξαν πολλοῖς μὲν Ἀθηναίων πολλοῖς δὲ καὶ τῶν ἄλλων ξένων οὕτως διακείμενον, ὥστε τούς ἰδόντας μὴ μόνον τοῖς ποιήσασιν ὀργίζεσθαι ἀλλὰ καὶ τῆς πόλεως κατηγορεῖν, ὅτι οὐ δημοσίᾳ οὐδὲ παραχρῆμα τοὺς τὰ τοιαῦτα ἐξαμαρτάνοντας τιμωρεῖται.ʼ

12 αὕτη μὲν ἡ Ἀυσίου διήγησις ἐκ τοῦ κατὰ Τίσιδος λόγου. ἣν δὲ νῦν μέλλω λέγειν, Δημοσθένους ἐκ τοῦ κατὰ Κόνωνος, ἧς τὴν πραγματικὴν ὁμοιότητα ἐάσαντες --- τὴν ἐν τῆ λέξει σκοπῶμεν· ‘ Ἐξήλθομεν ἔτος τουτὶ τρίτον εἰς Πάνακτον φρουρὰς ἡμῖν προγρα φείσης. ἐσκήνωσαν οὖν οἱ υἱεῖς οἱ Κόνωνος τουτουὶ ἐγγὺς ἡμῶν, ὡς οὐκ ἂν ἐβουλόμην. ἡ γὰρ ἐξ ἀρχῆς ἔχθρα καὶ τὰ προσκρούματα ἐκεῖθεν ἡμῖν συνέβη· ἑξῆς δὲ ἀκούσεσθε. ἔπινον ἑκάστοτε οὗτοι τὴν ἡμέραν ὅλην, ἐπειδὴ τάχιστα ἀριστήσειαν, καὶ τοῦθ’ , ἕωσπερ ἦμεν ἐν τῇ φρουρᾷ, διετέλουν ποιοῦντες· ἡμεῖς δʼ, ὥσπερ ἐνθάδε εἰώθειμεν, οὕτω διήγομεν καὶ ἔξω. καὶ ἣν δειπνοποιεῖσθαι [*](1 scholion ὁ τόπος ἐν τῷ ειραιεῖ (πειρακεῖ Β), ἔνθα (ἔνθʼ P) ἐδείκνυτο (έδεικαίνυτο Β ἐδήκνυτο P) σῖτος καὶ ἄλλα ὅσπρια(ὅσπερ ΒP) ὑποδείγματα 11 Demosthenes κατὰ Κόνωνος or LIV 3—9) [*](2 οὕτω Ioannes 7 Λυσίου M Sylburgius: λώρου BP v an ἡ ἐκ? τίσιδος posthac add M 9 κόνωνος posthac add M) [*](10 lac XII litt M, XXXII litt B, totius fere uersus P 11 ἐξῆλθον D τουτὶ τρίτον M m recens: lac X litt B. XVII litt P 12 φρουρῶς ὅλι (sic) B ἐσκήνωσαν οὖν οἱ υἱεῖς m rec Μ: lac XIII litt B, XXXIII litt P 13 τουτουὶ κονωνος BPM sed signis supra additis corr M | ὡς add m rec M om P) [*](15 ζυνήβη B ἑξῆς] ἐξ ὧν D ἀκούσεσθαι MΒP fort ἐξ ἡς δʼ ἀκούσεσθ αἰτίας Dionysius 16 ἔπινος Β τὴν ἡμέραν, ἐπειδὴ— ἀριστήσαιεν, ὅλην D 17 ὥσπερ MΒP ἐν] ἐπὶ D 18 εἰώθημεν MSP εἰώθαμεν D 19 καὶ ἥν] καὶ κνο Β ἦν οὖν D)

153
τοῖς ἄλλοις ὥραν συμβαίνοι, ταύτην ἂν οὐτοι ἐπαρμνουν ἥδη, τὰ μὲν πολλὰ εἰς τούς παῖδας τοὺς ἀκολούθους ἡμῶν, τελευτῶντες δὲ καὶ εἰς ἡμᾶς αὐτούς. φήσαντες γὰρ καπνίζειν αὐτούς ὀψοποιουμένους τοὺς παῖδας ἢ κακῶς λέγειν, ὅ τι τύχοιεν, ἔτυπτον καὶ τὰς ἀμίδας κατεσκεδάννυσαν καὶ προσεούρουν καὶ ἀσελγείας καὶ ὕβρεως οὐδʼ ὁτιοῦν ἀπέλειπον. ὁρῶντες δὲ ἡμεῖς ταῦτα καὶ λυπούμενοι τὸ μὲν πρῶτον ἀπεπεμψάμεθα· ὡς δʼ ἐχλεύαζον ἡμᾶς καὶ οὐκ ἐπαύοντο, τῷ στρατηγῷ τὸ πρᾶγμα εἴπομεν κοινῇ πάντες οἱ σύσσιτοι προσελθόντες, οὐδὲν ἐγὸὼ τῶν ἄλλων ἔξω. λοιδορηθέντος δὲ αὐτοῖς ἐκείνου καὶ κακίσαντος αὐτούς, οὐ μόνον περὶ ὧν εἰς ἡμᾶς ἠσέλγαινον ἀλλὰ καὶ περὶ ὧν ἐποίουν ὅλως ἐν τῷ στρατοπέδῳ, τοσούτου ἐδέησαν παύσασθαι ἢ αἰσχυνθῆναι, ὥστε, ἐπειδὴ θᾶττον συνεσκότασεν, εὐθὺς ὡς ἡμᾶς εἰσεπήδησαν ταύτῃ τῇ ἑσπέρᾳ. καὶ τὸ μὲν πρῶτον κακῶς ἔλεγον, ἔπειτα δὲ καὶ πληγὰς ἐνέτειναν ἐμοὶ καὶ τοσαύτην κραυγὴν καὶ θόρυβον περὶ τὴν σκηνὴν ἐποίησαν, ὥστε καὶ τὸν στρατηγὸν καὶ τοὺς ταξιάρχους ἐλθεῖν καὶ τῶν ἄλλων τινὰς στρατιωτῶν, οἳ διεκώλυσαν μηδὲν ἡμᾶς ἀνήκεστον παθεῖν μηδʼ αὐτοὺς ποιῆσαι παροινουμένους ὑπὸ τούτων. τοῦ δὲ πράγματος εἰς τοῦτο παρελθόντος, ὡς δεῦρο ἀνήλθομεν, ἦν ἡμῖν, οἶον εἰκός, ἐκ τούτων ὀργὴ καὶ [*](1 συμβαίνει P ταύτην] τὴν τὴν Β ἥδη ἐπαρώνουν οὑ- τοι D 2 παῖδας om P 3 ἡμῶν τοὺς ἀκ. D δὲ καὶ εἰς om P εἰς om B 4 τοὺς] αὐτοὺς B 6 κατεσκεδάννορυαν BP προσ??ούρουν una littera erasa M προσεούρουν B 11 οὐθὲν M οὐκ D 13 sq ὅλως ἐποίουν D 15 ἐπειδὲ BP |συνε- σκόταζεν BP v 17 ἔπειτα] τελευτῶντες D 19 καὶ τὸν στρατὸν καὶ τὸν στρατηγὸν P 20 στρατιωτῶν τινας D 21 οἵπερ ἐκώ- λυσαν D μηθὲν M 24 ἀνήλθομεν addito ἐπ super ἀν Μ ἦν ἡμῖν m rec M: lac XVIII litt B, V litt P )
154
ἔχθρα πρὸς ἀλλήλους. οὐ μὴν ἔγωγε ῥμην δεῖν οὕτε δίκην λαχεῖν αὐτοῖς οὔτε λόγον ποιεῖσθαι τῶν συμβάντων. ἀλλʼ ἐκεῖνʼ ἀπλῶς ἐγνώκειν τὸ λοιπὸν εὐλαβεῖσθαι καὶ φυλάττεσθαι μὴ πλησιάζειν ὡς τοὺς τοιούτους. πρῶτον μὲν οὖν, ὧν εἴρηκα, τούτων βούλομαι τὰς μαρτυρίας παρασχόμενος μετὰ ταῦτα, ὅσα ὑστὸ τούτου πέπονθα, ἐπιδεῖξαι, ἴνα εἰδῆτε, ὅτι ᾇ προσῆκε τοῖς τὸ πρῶτον ἁμαρτηθεῖσιν ἐπιτιμᾶν, οὗτος αὐτὸς πρὸς τούτοις πολλᾷ δεινότερα διαπέπρακται. — Μάρτυρες. — Ὧν μὲν τοίνυν οὐθένα ἄμην δεῖν λόγον ποιεῖσθαι, ταῦτά ἐστι. χρόνῳ δʼ ὕστερον οὐ πολλῷ περιπατοῦντος ὥσπερ εἰώ|θειν ἑσπέρας ἐν ἀγορὰ μου μετὰ Θνανοστράτου τοῦ Κοηφισέως τῶν ἡλικιωτῶν τινος παρέρχεται Κτησίας, ὁ υἱὸς ὁ τούτου μεθύων κατὰ τὸ Δεωκόριον ἐγγύς ἰὼιν Πυθοδώρου. κατιδὼν δὲ ἡμᾶς καὶ κραυγάσας καὶ διαλεχθείς τι πρὸς αὐτὸν οὕτως, ὡς ἂν μεθύων, ὥστε μὴ μαθεῖν, ὅ τι λέγει, παρῆλθε πρὸς Μελίτην ἄνω. ἔπινον δʼ ἄρα ἐνταῦθα παρὰ αμφίλῳ τῷ γναφεῖ Κόνων οὑτοσὶ θεόδωρός τις Ἀλκιβιάδης Στίνθαρος ὁ Εύβούλου Θεογένης ὁ Ἀνδρομένους πολλοί τινες, οὓς ἐξαναστήσας ὁ Κτησίας [*](1 ἔχρα P οὐ μὲν Β ἔγεγε Β1 ἔγἔμε P ἔγωγε μὰ τοὺς ʼ θεοὺς v ex D ᾤμεν P 2 λαχεῖν, in mg rubro ἔχειν M |συμ- βάντων οὐδένα v ex D 3 ἐκεῖνο D: ἐκεῖνα MBPv |ἀπλῶς m rec M ex ἁπ, praeterea in mg ἀπλῶς M ἐγνώκειν BP 4 φιλάττεσθαι P ὡς τοὺς τοιούτους] τοῖς τοιούτοις D (ὡς τοιού- τοις A) fuit fort ὡς οὖσι τοιούτοις 5 τούτων ὧν εἴρηκα D 6 οἷα ὑπʼ αὐτοῦ τούτου D 9 αὐτοῖς πρὸς τούτοις M BP αὐτὸς πρότερος D εἴργασται D 10 μέντοι νῦν P οὐδένα D 12 ἑσπέρας v ex D 13 Κηφισέως B Κηφισιέως Palmer 14 ὁ υἱὸς] ὁὐς P οὓς Β ὁ add ν ex D 18 μελέτην P post ἐνταῦθα D: ταῦτα γάρ ὕστερον ἐπυθόμεθα 19 γναφεῖ M, mg B: γραφεῖ BP v οὐτούς BP sed οὑτοσί Β mg Θεόδωρός — Εοβούλου bis B Θεότιμός τις Ἀρχεβιάδης D 20 πίνθαρος M ὁ prius om ΒP 21 Ἀνδρομέδους M ΒP: corr v ex D )
155
ἐπορεύετο εἰς τὴν ἀγοράν. καὶ ἡμῖν συμβαίνει ἀναστρέφουσιν ἐκ τοῦ Φερρεφαττίου καὶ περιπατοῦσι πάλιν κατʼ αὐτό πως τὸ Λεω|κόριον εἶναι, καὶ τούτοις περιτυγχάνομεν. ὡς δʼ ἀνεμίχθημεν, εἷς μὲν αὐτῶν ἀγνώς τις τῷ Φανοστράτῳ προσπίπτει καὶ κατεῖχεν ἐκεῖνον. Κόνων δὲ οὑτοσὶ καὶ ὁ υἱὸς αὐτοῦ καὶ ὁ ᾿ Ανδρομένους υἱὸς ἐμοὶ περιπεσόντες τὸ μὲν πρῶτον ἐξέδυον, εἶτα ὑποσκελίσαντες καὶ ῥάξαντες εἰς τὸν βόρβορον οὕτω διέθηκαν ἐναλλόμενοι καὶ ὑβρίζοντες, ὥστε τὸ μὲν χεῖλος διακόψαι τοὺς δʼ ὀφθαλμοὺς συγκλεῖσαι. οὕτω δὲ κακῶς ἔχοντα κατέλιπον, ὥστε μήτε ἀναστῆναι μήτε φθέγξασθαι δύνασθαι. κείμενος δʼ αὐτῶν ἥκουον πολλὰ καὶ δεινὰ λεγόντων. καὶ τὰ μὲν ἄλλα βλασφημίας ἔχει τινάς, ἃς κἂν ὀνομάζειν ὀκνήσαιμι, ὃ δὲ τῆς ὕβρεώς ἐστι τῆς τούτου σημεῖον καὶ τεκμήριον, ὡς πᾶν τὸ πρᾶγμα ὑπὸ τούτου γενόμενον, τοῦθʼ ὑμῖν ἐρῶ· ᾖδεν γὰρ τοὺς ἀλεκτρυόνας μιμούμενος τοὺς νενικηκότας, οἳ δὲ κροτεῖν αὐτὸν ἠξίουν τοῖς ἀγκῶσιν ἀντὶ πτερύγων τὰς πλευράς.ʼ