Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

δέχεται δὴ τὴν παραίνεσιν ὁ Τύλλος καὶ δεχημέρους ποιησάμενος ἀνοχάς, ἐν αἷς βουλεύσεταί τε καὶ μαθὼν τὴν διάνοιαν τῶν Ὁρατίων ἀποκρινεῖται παρῆν εἰς τὴν πόλιν. ταῖς δʼ ἑξῆς ἡμέραις βουλευσάμενος

v.1p.299
ἅμα τοῖς ἀρίστοις, ἐπειδὴ τοῖς πλείστοις ἔδοξε δέχεσθαι τὰς τοῦ Φουφεττίου προκλήσεις, μεταπέμπεται τοὺς τριδύμους ἀδελφοὺς καὶ λέγει πρὸς αὐτούς·

ἄνδρες Ὁράτιοι, Φουφέττιος ὁ Ἀλβανὸς εἰς λόγους συνελθὼν ἐμοὶ τὴν τελευταίαν ἐπὶ στρατοπέδου σύνοδον ἔφη τοὺς προκινδυνεύσοντας ὑπὲρ ἑκατέρας πόλεως τρεῖς ἄνδρας ἀγαθοὺς κατὰ θείαν γεγενῆσθαι πρόνοιαν, ὧν οὐκ ἂν εὕροιμεν ἑτέρους οὔτε γενναιοτέρους οὔτε ἐπιτηδειοτέρους, Ἀλβανῶν μὲν Κορατίους, Ῥωμαίων δὲ ὑμᾶς· τοῦτό τε καταμαθὼν ·αὐτὸς ἐξητακέναι πρῶτον εἰ βουλομένοις εἴη τοῖς ἀνεψιοῖς ὑμῶν ἐπιδοῦναι τὰ σώματα τῇ πατρίδι, μαθὼν δὲ αὐτοὺς ἀναδεχομένους τὸν ὑπὲρ ἁπάντων ἀγῶνα κατὰ πολλὴν προθυμίαν θαρρῶν εἰς μέσον ἐκφέρειν ἤδη τὸν λόγον, ἠξίου τε καὶ ἐμὲ πεῖραν ὑμῶν λαβεῖν, πότερον βουλήσεσθε προκινδυνεῦσαι τῆς πατρίδος ὁμόσε χωρήσαντες Κορατίοις ἢ

παραχωρεῖτε τῆς φιλοτιμίας ταύτης ἑτέροις. ἐγὼ δὲ ἀρετῆς μὲν ἕνεκα καὶ τῆς κατὰ χεῖρα γενναιότητος, ἣν οὐ λανθάνουσαν ἔχετε, πάντων μάλιστα δεξομένους ὑμᾶς τὸν ὑπὲρ τῶν ἀριστείων κίνδυνον ἄρασθαι, δεδοικὼς μὴ τὸ πρὸς τοὺς Ἀλβανοὺς τριδύμους συγγενὲς ἐμπόδιον ὑμῖν γένηται τῆς προθυμίας,

v.1p.300
χρόνον ᾐτησάμην εἰς βουλὴν ἀνακωχὰς δεχημέρους ποιησάμενος· ὡς δὲ ἀφικόμην δεῦρο τὴν βουλὴν συνεκάλεσα καὶ προὔθηκα περὶ τοῦ πράγματος ἐν κοινῷ σκοπεῖν· δόξαν δὲ ταῖς πλείοσι γνώμαις, εἰ μὲν ἑκόντες ἀναδέχοισθε τὸν ἀγῶνα καλὸν ὄντα καὶ προσήκοντα ὑμῖν, ὃν ἐγὼ πρόθυμος ἤμην μόνος ὑπὲρ ἁπάντων διαγωνίσασθαι, ἐπαινεῖν τε καὶ δέχεσθαι τὴν χάριν ὑμῶν, εἰ δὲ τὸ συγγενὲς ἐντρεπόμενοι μίασμα, οὐ γὰρ δὴ κακοὶ ψυχὴν ὁμολογοῦντες εἶναι, τοὺς ἔξω τοῦ γένους ἀξιώσαιτε καλεῖν, μηδεμίαν ὑμῖν ἀνάγκην προσφέρειν. ταῦτα τῆς ·βουλῆς ψηφισαμένης καὶ οὔτε πρὸς ὀργὴν δεξομένης εἰ διʼ ὄκνου τὸ ἔργον λάβοιτε οὔτε μικρὰν χάριν εἰσομένης ὑμῖν εἰ τιμιωτέραν ἡγήσαισθε τῆς συγγενείας τὴν πατρίδα, τυγχάνετε εὖ βουλευσάμενοι.