Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ἡ γὰρ Ὁρατίων μήτηρ τῶν ἡμετέρων ἀδελφὴ τῆς Κορατίων μητρός ἐστι τῶν Ἀλβανῶν, καὶ τέθραπται τὰ μειράκια ἐν τοῖς ἀμφοτέρων τῶν γυναικῶν κόλποις ἀσπάζονταί τʼ ἀλλήλους καὶ φιλοῦσιν οὐχ ἧττον ἢ πολλοὶ τοὺς ἑαυτῶν ἀδελφούς. ὅρα δὴ μή ποτε οὐδʼ ὅσιον ᾖ τούτοις ἀναδιδόναι τὰ ὅπλα καὶ καλεῖν αὐτοὺς ἐπὶ τὸν κατʼ ἀλλήλων φόνον ἀνεψιοὺς καὶ συντρόφους ὄντας. τὸ γὰρ ἐμφύλιον ἄγος, ἐὰν ἀναγκασθῶσιν ἀλλήλους μιαιφονεῖν, εἰς ἡμᾶς ἐλεύσεται τοὺς ἀναγκάζοντας.

v.1p.298
λέγει πρὸς αὐτὸν ὁ Φουφέττιος· οὐδʼ ἐμὲ λέληθεν, ὦ Τύλλε, τὸ συγγενὲς τῶν μειρακίων, οὐδʼ ὡς ἀναγκάσων αὐτοὺς τοῖς ἀνεψιοῖς διὰ μάχης χωρεῖν εἰ μὴ βουληθεῖεν αὐτοὶ τὸν ἀγῶνα ὑπομεῖναι παρεσκευασάμην, ἀλλʼ ἐπειδὴ τάχιστα ἐπὶ νοῦν ἦλθέ μοι τόδε τὸ βούλευμα τοὺς Ἀλβανοὺς Κορατίους μεταπεμψάμενος αὐτὸς ἐπʼ ἐμαυτοῦ διάπειραν ἔλαβον εἰ βουλομένοις αὐτοῖς ἐστιν ὁ ἀγών· δεξαμένων δʼ αὐτῶν τὸν λόγον ἀπίστῳ τινὶ καὶ θαυμαστῇ προθυμίᾳ, τότε ἀνακαλύπτειν ἔγνων τὸ βούλευμα καὶ φέρειν εἰς μέσον· σοί τε τὸ αὐτὸ τοῦτο ὑποτίθεμαι ποιεῖν καλέσαντι τοὺς παρʼ ὑμῖν τριδύμους πεῖραν αὐτῶν τῆς γνώμης ποιήσασθαι.

ἐὰν μὲν οὖν ἑκόντες συνεπιδιδῶσι κἀκεῖνοι τὰ σώματα προκινδυνεῦσαι τῆς ἑαυτῶν πατρίδος δέχου τὴν χάριν, ἐὰν δὲ ἀναδύωνται μηδεμίαν αὐτοῖς πρόσφερε ἀνάγκην. μαντεύομαι δὲ καὶ περὶ ἐκείνων οἷα καὶ περὶ τῶν ἡμετέρων, εἴπερ οὖν εἰσὶν οἵους ἀκούομεν, ἐν ὀλίγοις τοῖς ἄριστα πεφυκόσιν ὅμοιοι καὶ τὰ πολέμια ἀγαθοί· κλέος γὰρ αὐτῶν καὶ πρὸς ἡμᾶς ἐλήλυθε τῆς ἀρετῆς.