Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ὡς δὴ ταῦτʼ ἤκουσαν οἱ νεανίαι, μεταστάντες ἑτέρωσε καὶ διαλεχθέντες ὀλίγα πρὸς ἀλλήλους προσέρχονται πάλιν ἀποκρινούμενοι καὶ λέγει ὑπὲρ ἁπάντων ὁ πρεσβύτατος τοιάδε· εἰ μὲν ἐλευθέροις ἡμῖν οὖσι καὶ κυρίοις τῆς ἰδίας γνώμης ἐξουσίαν παρεῖχες, ὦ Τύλλε, βουλεύσασθαι περὶ τοῦ πρὸς τοὺς ἀνεψιοὺς ἀγῶνος, οὐθὲν ἔτι διαμελλήσαντες ἀπεκρινάμεθα ἄν σοι τοὺς ἑαυτῶν διαλογισμούς· ἐπειδὴ δὲ περίεστιν ἡμῖν ὁ πατήρ, οὗ χωρὶς οὐδὲ τἀλάχιστα λέγειν ἢ πράττειν ἀξιοῦμεν, αἰτούμεθά σε

v.1p.301
ὀλίγον ἀναδέξασθαι χρόνον τὴν ἀπόκρισιν ἡμῶν, ἕως τῷ πατρὶ διαλεχθῶμεν.

ἐπαινέσαντος δὲ τοῦ Τύλλου τὴν εὐσέβειαν αὐτῶν καὶ κελεύσαντος οὕτω ποιεῖν ἀπῄεσαν ὡς τὸν πατέρα. δηλώσαντες δὲ αὐτῷ τὰς προκλήσεις τοῦ Φουφεττίου καὶ οὓς ὁ Τύλλος διελέχθη λόγους καὶ τελευταίαν τὴν ἑαυτῶν ἀπόκρισιν ἠξίουν εἰπεῖν ἥντινα γνώμην αὐτὸς ἔχει.

ὁ δὲ ὑπολαβών, Ἀλλʼ εὐσεβὲς μέν, ἔφη, πρᾶγμα ποιεῖτε, ὦ παῖδες, τῷ πατρὶ ζῶντες καὶ οὐδὲν ἄνευ τῆς ἐμῆς γνώμης διαπραττόμενοι, καιρὸς δὲ καὶ ὑμᾶς αὐτοὺς ἤδη περὶ ὑμῶν τά γε τηλικαῦτα φαίνεσθαι φρονοῦντας. ὑπολαβόντες οὖν τὸν ἐμὸν βίον ἤδη τέλος ἔχειν φανερὸν ποιήσατέ μοι, τί δή ποτʼ ἂν αὐτοὶ προείλεσθε πράττειν ἄνευ τοῦ πατρὸς περὶ τῶν ἰδίων βουλευσάμενοι.