Ad Nicomedem regem, vv. 1-980

Pseudo-Scymnus

Pseudo-Scymnus, creator; Geographi graeci minores Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855

  • Μετὰ ταῦτα δʼ ἔσδʼ ὁ Πόντος, οὗ δὴ τὴν θέσιν
  • ὁ Καλλατιανὸς συγγράφων Δημήτριος
  • ἔοικεν ἐπιμελεστάτως πεπυσμένος.
  • Κατὰ μέρος αὐτοῦ τοὺς τόπους διέξιμεν.
  • Τοῦ Ποντικοῦ γὰρ στόματός ἐστι πλησίον
  • Βυζαντίων χώρα Φιλία καλουμένη.
  • Εἶτ᾿ αἰγιαλός τις Σαλμυδησσὸς λεγόμενος
  • 225
  • ἐφ᾿ ἑπτακόσια στάδια τεναγώδης ἄγαν
  • καὶ δυσπρόσορμος ἀλίμενός τε παντελῶς
  • παρατέταται, ταῖς ναυσὶν ἐχθρότατος τόπος.
  • Εἶτʼ εὐλίμενος ἄκρα συνάπτει Θυνιάς,
  • τῆς Ἀστικῆς Θρᾴκης ὑπάρχουσʼ ἐσχάτη,
  • μεθʼ ἣν πόλις ἐστὶ σύνορος Ἁπολλωνία.
  • ταύτην δὲ πρότερον ἔτεσι πεντήκοντά που
  • κτίζουσι τῆς Κύρου βασιλείας τὴν πόλιν
  • εἰς τοὺς τόπους ἐλθόντες οἱ Μιλήσιοι·
  • πλείστας ἀποικίας γὰρ ἐξ Ἰωνίας
  • ἔστειλαν εἰς τὸν Πόντον, ὃν πρὶν ἄξενον
  • διὰ τὰς ἐπιθέσεις λεγόμενον τῶν βαρβάρων
  • προσηγορίας ἐποίησαν εὐξείνου τυχεῖν.