Ad Nicomedem regem, vv. 1-980

Pseudo-Scymnus

Pseudo-Scymnus, creator; Geographi graeci minores Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855

  • Ἡ Θρᾳκία δὲ χερρόνησος ἐχομένη
  • κεῖται, καθʼ ἣν πόλις ἐστὶ πρώτη Καρδία,
  • ἀρχήν μὲν ὑπὸ Μιλησίων κτισθεῖσα καί
  • Κλαζομενίων, πάλιν δʼ Ἀθηναίων ὕπο,
  • ὅτα Μιλτιάδης ἐκράτησε Χερρονησίων.
  • Προσεχὴς δὲ Λυσιμάχεια ταύτην δʼ ἔκτισεν
  • ἐπώνυμον Λυσίμαχος ἀφʼ ἑαυτοῦ πόλιν,
  • Λίμναι δʼ ἐφεξῆς εἰσὶν αἱ Μιλησίων·
  • εἶτ᾿ Αἰολέων Ἀλωπεκόννησος πόλις·
  • 224
  • ἑξῆς Ἐλαιοῦς, Ἀττικὴν ἀποικίαν
  • ἔχουσα, Φόρβας ἣν συνοικίσαι δακεῖ.
  • Ἔπειτα Σηστὸς καὶ Μάδυτος, αἱ κείμεναι
  • ἐπὶ τοῦ στενωποῦ Λεσβίων δʼ οὗσαι κτίσεις.
  • Εἶτ᾿ ἔστι Κριθώτη πόλις τε Πακτύη·
  • λέγουσι καὶ ταύτας δὲ Μιλτιάδην κτίσαι.
  • Μετὰ τὴν δὲ Χερρόνησον ἐν Προποντίδε
  • Θρᾴκη παρήκει, καὶ Σαμίων ἐποικία
  • Πέρινθός ἐστιν· ἐχομένως Σηλυμβρία,
  • ἣν οἱ Μεγαρεῖς κτίζουσι πρὶν Βυζαντίου·
  • ἑξῆς Μεγαρέων εὐτυχῶν Βυζάντιον.