Ad Nicomedem regem, vv. 1-980

Pseudo-Scymnus

Pseudo-Scymnus, creator; Geographi graeci minores Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855

  • Περὶ τὴν ὑπώρειαν δὲ τοῦ καλουμένου
  • Αἵμου πόλις ἐστὶ λεγομένη Μεσημβρία,
  • τῇ Θρᾳκίᾳ Γετικῇ τε συνορίζουσα γῇ·
  • Καλχηδόνιοι ταύτην δὲ Μεγαρεῖς τʼ ᾤκισαν,
  • ἵτʼ ἐπὶ Σκύθας Δαρεῖος ἐστρατεύετο.
  • Αἷμος μέγιστον δʼ ἔστιν ὑπὲρ αὐτὴν ὄρος,
  • τῷ Κίλικι Ταύρῳ τὸ μέγεθος προσεμφερής
  • τῇ τε κατὰ μῆκος τῶν τόπων παρεκτάσει
  • ἀπὸ γὰρ Κροβύζων τῶν τε Ποντικῶν ὅρων
  • 226
  • ἄχρι τῶν Ἀδριατικῶν διεκβάλλει τόπων.
  • Ὀδησσὸς, ἣν Μιλήσιοι
  • κτίζουσιν, Ἀστυάγης ὅτ᾿ ἦρχε Μηδίας
  • αὕτη Κροβύζους Θρᾶκας ἐν κύκλῳ δʼ ἔχει.
  • Διονυσόπολις δʼ, ἣ πρῶτον ὠνομάζετο
  • Κρουνοὶ διὰ τὰς τῶν ἐγγὺς ὑδάτων ἐκρύσεις·
  • Διονυσιακοῦ δὲ προσπεσόντος ὕστερον
  • ἐκ τῆς θαλάττης τοῖς τόποις ἀγάλματος,
  • Διονυσόπολιν λέγουσι κληθῆναι πάλιν.
  • Ἐν μεθορίοις δὲ τῆς Κροβύζων καὶ Συυθῶν
  • χώρα μιγάδας Ἕλληνας οἰκητὰς ἔχει.