Ad Nicomedem regem, vv. 1-980

Pseudo-Scymnus

Pseudo-Scymnus, creator; Geographi graeci minores Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855

  • αὔτη δὲ Χίων ἐγένεθ᾿ ὕστερον κτίσις.
  • Πέραν Σαμοθρᾴκη δʼ ἔστι νῆσος Τρωῖκή,
  • ἔχουσα τὴν οἴκησιν ἀναμεμιγμένην·
  • 223
  • πρότερον γὰρ εἶναί φασιν ἐν ταύτῃ τινές
  • τοὺς Τρῶας, Ἠλέκτρας τεκούσης Δάρδανον
  • τῆς λεγομένης Ἄτλαντος Ἰασίωνά τε,
  • ὧν τὸν μὲν Ἰασίωνα δυσσέβημά τι
  • πρᾶξαι περὶ Δήμητρος λέγουσʼ ἄγαλμα καί
  • πληγῇ κεραυνωθέντα δαιμονίῳ θανεῖν,
  • τὸν Δάρδανον δὲ [δὴ] λιπόντα τοὺς τόπους
  • πρὸς τὴν ὑπώρειάν [γε] τῆς Ἴδης κτίσαι
  • πόλιν ἀφʼ ἑαυτοῦ Δαρδανίαν καλουμένην·
  • τοὺς δὲ Σαμοθρᾷκος, Τρῶας ὄντας τῷ γένει,
  • ἀπὸ τοῦ τόπου δὲ Θρᾷκας ἐκικαλουμένους,
  • διʼ εὐσέβειαν ἐγκαταμεῖναι τῷ τόπῳ.
  • Ἐν σιτοδείᾳ τῶν Σαμίων δʼ αὐτοῖς ποτε᾿
  • ἐπαρκεσάντων, τηνικαῦτʼ ἐκ τῆς Σάμου
  • ἐπιδεξάμενοί τινας συνοίκους ἔσχοσαν.
  • Μετὰ τὴν Μαρώνειαν [δὲ] κεῖτ᾿ Αἶνος πόλις
  • ἔχουσʼ ἐποίκους ἐκ Μιτυλήνης Αἰολεῖς.