Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

Ἀλκέτας πολλοὺς ἀποβαλὼν μόλις διεξέπεσε πρὸς τὴντῶν πεζῶν φάλαγγα, ὁ δʼ Ἀντίγονος ἐξ ὑπερδεξίων τόπων ἐπαγαγὼν τούς τε ἐλέφαντας καὶ πᾶσαν τὴν δύναμιν κατεπλήξατο τοὺς πολεμίους πολὺ τοῖς πλήθεσι λειπομένους· ἦσαν γὰρ οἱ σύμμαχοι πάντες πεζοὶ μὲν μύριοι καὶ ἑξακισχίλιοι, ἱππεῖς δὲ ἐννακόσιοι, οἱ δʼ Ἀντιγόνου χωρὶς τῶν ἐλεφάντων πεζοὶ μὲν πλείους τῶν τετρακισμυρίων, ἱππεῖς δὲ ὑπὲρ τοὺς ἑπτακισχιλίους.

ἅμα δὲ τῶν ἐλεφάντων ἐπιόντων κατὰ μέτωπον καὶ τῶν ἱππέων διὰ τὸ πλῆθος πανταχῇ περιχεομένων, ἔτι δὲ τῶν πεζῶν πολλαπλασίων καὶ κρειττόνων ὄντων ταῖς ἀρεταῖς καὶ τὴν στάσιν ὑπερδέξιον ἐχόντων πολὺς θόρυβος καὶ φόβος κατεῖχε τοὺς περὶ τὸν Ἀλκέταν· διὰ δὲ τὴν ὑπερβολὴν τῆς ὀξύτητος καὶ τῆς ἐνεργείας οὐδʼ ἐκτάξαι καλῶς τὴν φάλαγγα κατίσχυσε.

τροπῆς δὲ παντελοῦς γενομένης Ἄτταλος μὲν καὶ Δόκιμος καὶ Πολέμων καὶ πολλοὶ τῶν ἀξιολόγων ἡγεμόνων ἐζωγρήθησαν, Ἀλκέτας δὲ μετὰ τῶν ἰδίων ὑπασπιστῶν καὶ παίδων ἔφυγε μετὰ τῶν Πισιδῶν τῶν συστρατευομένων εἰς πόλιν Πισιδικὴν ὄνομα

v.4.p.385
Τερμησσόν.

ὁ δʼ Ἀντίγονος τούτους μὲν καθʼ ὁμολογίαν παραλαβὼν τοὺς λοιποὺς εἰς τὰ ἴδια τάγματα κατέταξε καὶ φιλανθρώπως αὐτοῖς χρησάμενος ηὔξησε τὴν ἰδίαν δύναμιν οὐ μετρίως.

οἱ δὲ Πισίδαι τὸν ἀριθμὸν ὄντες εἰς ἑξακισχιλίους καὶ ταῖς ἀλκαῖς διαφέροντες παρεκάλουν τὸν Ἀλκέταν θαρρεῖν, ἐπαγγελλόμενοι μηδʼ ἑνί τῳ τρόπῳ ἐγκαταλείψειν αὐτόν. διέκειντο γὰρ πρὸς αὐτὸν εὐνοϊκῶς καθʼ ὑπερβολὴν διὰ τοιαύτας τινὰς αἰτίας.