Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

ἐπʼ ἄρχοντος δʼ Ἀθήνησιν Ἀπολλοδώρου Ῥωμαῖοι κατέστησαν ὑπάτους Κόιντον Ποπίλλιον καὶ Κόιντον

v.4.p.383
Πόπλιον. ἐπὶ δὲ τούτων Ἀντίγονος καταπεπολεμηκὼς τοὺς περὶ τὸν Εὐμενῆ ἔκρινε στρατεύειν ἐπὶ τὸν Ἀλκέταν καὶ Ἄτταλον· οὗτοι γὰρ ὑπελείποντο τῶν Περδίκκου φίλων καὶ οἰκείων ἡγεμόνες μὲν ἀξιόλογοι, στρατιώτας δʼ ἔχοντες ἱκανοὺς ἀμφισβητῆσαι πραγμάτων. ἀναζεύξας οὖν μετὰ πάσης τῆς δυνάμεως ἐκ Καππαδοκίας προῆγεν ἐπὶ τὴν Πισιδικήν, ἐν ᾗ συνέβαινε διατρίβειν τοὺς περὶ τὸν Ἀλκέταν.

ὀξεῖαν δὲ καὶ παντελῶς ἐπιτεταμένην τὴν πορείαν ποιησάμενος ἐν ἡμέραις ἑπτὰ καὶ ταῖς ἴσαις νυξὶ διήνυσε σταδίους δισχιλίους καὶ πεντακοσίους εἰς τὴν ὀνομαζομένην Κρητῶν πόλιν. λαθὼν δὲ τοὺς πολεμίους διὰ τὴν ὀξύτητα τῆς πορείας καὶ γενόμενος πλησίον αὐτῶν ἀγνοούντων τὴν παρουσίαν ἔφθασεν ἀκρολοφίας τινὰς καὶ δυσχωρίας προκαταλαβόμενος.

οἱ δὲ περὶ τὸν Ἀλκέταν πυθόμενοι τὴν παρουσίαν τῶν πολεμίων τὴν μὲν φάλαγγα ταχέως ἐξέταξαν, τοῖς δʼ ἱππεῦσι προσπεσόντες τοῖς τὴν ἀκρώρειαν προκατέχουσιν ἐφιλοτιμοῦντο βίᾳ κρατῆσαι καὶ ἀπὸ τῆς ἀκρολοφίας ἐκβαλεῖν.

γενομένης δὲ μάχης ἰσχυρᾶς καὶ πολλῶν παρʼ ἀμφοτέρων πεσόντων ὁ μὲν Ἀντίγονος ἔχων ἱππεῖς ἑξακισχιλίους ἀπὸ κράτους ἤλαυνεν ἐπὶ τὴν τῶν ἐναντίων φάλαγγα, σπεύδων ἀποκόψαι τῶν περὶ τὸν Ἀλκέταν τὴν ἐπὶ ταύτην καταφυγήν.

οὗ συντελεσθέντος οἱ μὲν ἐπὶ τῆς ἀκρωρείας ὄντες, πολὺ τοῖς τε πλήθεσιν ὑπερέχοντες καὶ τῇ δυσχωρίᾳ τῶν τόπων

v.4.p.384
πλεονεκτοῦντες, ἐτρέψαντο τοὺς προσμαχομένους. οἱ δὲ περὶ τὸν Ἀλκέταν τῆς μὲν ἐπὶ τοὺς πεζοὺς καταφυγῆς ἀποκεκλεισμένοι, τῷ δὲ πλήθει τῶν πολεμίων εἰς μέσον ἀπειλημμένοι πρόδηλον εἶχον τὴν ἀπώλειαν. διὸ καὶ τῆς σωτηρίας δυσβοηθήτου γενομένης ὁ μὲν