Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

Ἀλκέτας μετὰ τὸν Περδίκκου θάνατον οὐκ ἔχων συμμάχους κατὰ τὴν Ἀσίαν ἔκρινε τοὺς Πισίδας εὐεργετεῖν, νομίζων ἕξειν συμμάχους πολεμικοὺς ἄνδρας καὶ χώραν ἔχοντας δυσέμβολον καὶ μεστὴν ὀχυρῶν φρουρίων.

διόπερ ἐν ταῖς στρατείαις παρὰ πάντας τοὺς συμμάχους ἐτίμα περιττότερον τούτους καὶ τὰς μὲν ἐκ τῆς πολεμίας ὠφελείας ἐμέριζεν αὐτοῖς, διδοὺς τῶν λαφύρων τὰ ἡμίση, κατὰ δὲ τὰς ὁμιλίας λόγοις φιλανθρώποις χρώμενος καὶ κατὰ τὰ σύνδειπνα καθʼ ἡμέραν τοὺς ἀξιολογωτάτους ἐν μέρει παραλαμβάνων ἐπὶ τὰς ἑστιάσεις, ἔτι δὲ τιμῶν πολλοὺς δωρεαῖς ἀξιολόγοις ἰδίους ταῖς εὐνοίαις κατεσκεύασεν.

διόπερ καὶ τότε τὰς ἐλπίδας ἔχοντος ἐν τούτοις Ἀλκέτου τῶν ἐλπίδων αὐτὸν οὐ διεψεύσαντο. τοῦ γὰρ Ἀντιγόνου μετὰ πάσης τῆς δυνάμεως πλησίον τῆς Τερμησσοῦ καταστρατοπεδεύσαντος

v.4.p.386
καὶ τὸν Ἀλκέταν ἐξαιτοῦντος, ἔτι δὲ τῶν πρεσβυτέρων συμβουλευόντων ἐκδοῦναι συστραφέντες οἱ νεώτεροι πρὸς τοὺς γονεῖς διαστάντες ἐψηφίσαντο πᾶν ὑπομένειν δεινὸν ἕνεκα τῆς τούτου σωτηρίας.

οἱ δὲ πρεσβύτεροι τὸ μὲν πρῶτον πείθειν ἐπεχείρουν τοὺς νέους μὴ διʼ ἕνα Μακεδόνα περιιδεῖν τὴν πατρίδα γινομένην δοριάλωτον· ἐπεὶ δʼ ἀμετάθετον αὐτῶν τὴν ὁρμὴν ἑώρων, λάθρᾳ συμφρονήσαντες ἐξέπεμψαν νυκτὸς πρεσβείαν πρὸς Ἀντίγονον, ἐπαγγελλόμενοι τὸν Ἀλκέταν ἢ ζῶντα παραδώσειν ἢ τετελευτηκότα.

ἠξίουν δʼ αὐτὸν ἐφʼ ἡμέρας τινὰς προσβάλλοντα τῇ πόλει καὶ διʼ ἀκροβολισμῶν ἐλαφρῶν προαγόμενον τοὺς ἐκ τῆς πόλεως ὑποχωρεῖν ὡς φεύγοντα· τούτου γὰρ γενομένου καὶ τῶν νεωτέρων περὶ τὴν μάχην ἐκτὸς τῆς πόλεως ἀσχολουμένων λήψεσθαι καιρὸν οἰκεῖον ταῖς ἰδίαις ἐπιβολαῖς.